Δευτέρα, 2 Ιουνίου 2008

Bίος και πολιτεία της οσίας Αννης της μετανομασθείσης Ευφημιανός

Αὕτη ἡ ὁσία μήτηρ ἡμῶν Ἄννα γεννᾶται ἐν τῷ Βυζαντίῳ παρὰ εὐλαβοῦς τινος διακόνου τοῦ ναοῦ τῶν Βλαχερνῶν τῆς ὑπεραγίας δεσποίνης ἡμῶν Θεοτόκου. ἀπορφανισθεῖσα δὲ τῶν γεννητόρων, ἔσπευδεν ἡ μάμμη αὐτῆς ἀνδρὶ εὐλαβεστάτῳ συζεῦξαι αὐτήν· ὃ καὶ πεποίηκε. καὶ ἐλθὼν ἐκ τοῦ Ὀλύμπου ὁ πρὸς πατρὸς θεῖος αὐτῆς, ἀνὴρ ἀσκητικώτατος καὶ διορατικώτατος, ὁ καὶ ὑπὸ τοῦ εἰκονομάχου Λέοντος τὴν γλῶσσαν ἐκκοπείς, λαλῶν δὲ καὶ μετὰ τὸ ἐκκοπῆναι ταύτην ἀνεμποδίστως, ὡς εἶδε ταύτην ἀνδρὶ συζευχθεῖσαν, «ἵνα τί τὴν πρὸς θείους ἀγῶνας καὶ πόνους ἀφορῶσαν ἀνδρὶ συνεζεύξατε» ἔφη· καὶ ἐπευξάμενος αὐτῇ ἀνεχώρησε. χρόνων δέ τινων παρερρυηκότων καὶ τοῦ δυσσεβοῦς ἐκείνου βασιλέως ἐς ᾅδου ταμεῖα καταχθέντος, Εἰρήνη καὶ Κωνσταντῖνος οἱ ὀρθόδοξοι καὶ πιστότατοι βασιλεῖς τὸν ἅγιον ἐκεῖνον ἄνδρα μεταστειλάμενοι, ὡς οἷα πάθοι ἀναδιδαχθέντες παρὰ τοῦ πρὸ αὐτῶν βασιλεύσαντος, τὴν εὐλογίαν ἐκ τούτου ἐλάμβανον καὶ τὰς εὐχὰς ἐκομίζοντο. οὗτος δὲ πάλιν τὰ συνοίσοντα πρὸς εὐαρέστησιν Θεοῦ ὑποθείς, τὴν πρὸς τὰ ἴδια ἐβάδιζεν. τότε πάλιν ἰδὼν τὴν μακαρίαν ταύτην, «ἀνδρίζου καὶ ἴσχυε, τέκνον» φησί· πολλαὶ γὰρ αἱ θλίψεις τῶν δικαίων. γινώσκουσα δὲ ἔσο, μὴ πρότερον γεννηθῆναι τὸ ἐν τῇ κοιλίᾳ σου παιδίον, πρὶν ἢ τὸν ἄνδρα σου τῷ τάφῳ καλύψεις.» ὃ καὶ γέγονε· μετὰ γὰρ τὸν ἕκτον μῆνα τῆς συλλήψεως τέθνηκεν ὁ ταύτης ἀνήρ. ἡ δὲ πολλὰ θρηνήσασα καὶ τῇ λύπῃ ἑαυτὴν κατατήξασα, τὸ μὲν παιδίον ἀπογαλακτίσασα δέδωκεν εἰς χεῖρας τοῦ ἑτέρου θείου αὐτῆς, αὐτὴ [λεγε· αὕτη] δὲ πρὸς τοὺς ἀγῶνας ἀπεδύσατο, ὁποίους δὲ καὶ ἡλίκους, ἴσασιν οἱ μεμυημένοι καὶ ἄκρως τὸν ἀσκητικὸν δρόμον ἐλάσαντες. ἐν τούτοις οὖν αὐτῆς οὔσης, παραγίνεται ἐκ τοῦ Ὀλύμπου ὁ διορατικώτατος ἐκεῖνος ἀνήρ. ἡ δὲ παρὰ τοὺς πόδας αὐτοῦ πεσοῦσα καὶ τὴν εὐλογίαν αἰτησαμένη, «ἐνδυναμοῦ ἐν κυρίῳ, τέκνον» ἤκουε. καί «ποῦ τὸ παιδίον» ὁ θαυμάσιος ἐκεῖνός φησιν. ἡ δέ· «τὸ μὲν ἓν τῷ αὐταδέλφῳ σου καὶ μετὰ Θεὸν εὐεργέτῃ μου ἀνεθέμην· τὸ δὲ ἕτερον παρ᾿ ἐμοί ἐστι.» καὶ ταῦτα εἰποῦσα καὶ ἕτερά τε συγχύσεως καὶ καρδίας ὀδυνωμένης οὐ μικρῶς ῥήματα καὶ ἀμφοτέρους τοὺς παῖδας τῷ τιμίῳ ἐκείνῳ παραστήσασα γέροντι, «εὖξαι, ὦ πάτερ τίμιε, ὑπὲρ τῶν τέκνων» δακρυρροοῦσα ἠντιβόλει. ὁ δέ· «οὐ χρείαν ἔχουσι ταῦτα εὐχῆς.» ἡ δὲ βαρέως τοῦτο τοῖς ὠσὶ δεξαμένη καὶ ἐκ βάθους στενάξασα, «οἴμοι τῇ ἁμαρτωλῷ» ἔφη «τί ἆρα καὶ πάλιν τὸ παρ᾿ ἡμῖν» καὶ ὁ γέρων· «οὐκ εἶπόν σοι, τέκνον, Ϡπολλαὶ αἱ θλίψεις τῶν δικαίων εἰ μὴ ἡμεῖς ὑπομείνωμεν, οὐκ ἄν ποτε δικαιωθῶμεν· οὕτω γάρ ἐστι πρέπον καὶ ἀρέσκον Θεῷ.Ϡ» ἡ δέ· «μή, κύριέ μου, ἔδοξε τῷ δεσπότῃ ἡ τῶν ἀνηλίκων μου παίδων πρὸς τὰ ἐκεῖθεν μετάστασις» καὶ ὁ θαυμάσιος· «καλῶς εἶπας, τέκνον, ἐν τάχει γὰρ λήψεται ὁ δεσπότης ταῦτα ἀπὸ σοῦ.» καὶ τῷ Θεῷ αὕτη ὡς εἰκὸς εὐχαριστήσασα καὶ τοῖς ποσὶ τοῦ τιμίου γέροντος προσπεσοῦσα καὶ τὴν εὐχὴν κομισαμένη, τὴν τῶν προσόντων αὐτῇ διανομὴν ποιεῖν ἀμφοτέραις ταῖς χερσὶν ἤρξατο. καὶ μετ᾿ οὐ πολὺ τῶν παίδων τελευτησάντων, δάκρυα ἐπὶ τούτοις ἐκχέασα καὶ τὰ περιλειφθέντα χερσὶ πενήτων ἀποθεμένη, περιῄει τὰς ἐκκλησίας προσευχομένη καὶ φωταγωγοῦσα καὶ τὸν συντακτήριον ἀσπαζομένη. τέλος μοναχόν τινα ἐκ τοῦ Ὀλύμπου εὑροῦσα καὶ δι᾿ αὐτοῦ ἀποκειραμένη, ἐν τῷ κρυπτῷ μὲν ὑπεδύσατο στολὴν ἀνδρῴαν, ἔξωθεν δὲ γυναικείαν· καὶ λαθοῦσα εὑρέθη ἐν τοῖς Ὀλύμπου μέρεσι τὴν γυναικείαν στολὴν ἀπορρίψασα. προσρυεῖσα δέ τινι τῶν κοινοβίων καὶ εἰσελθοῦσα τῷ πυλωρῷ προσωμίλει, τοῦτο τῶν ἄλλων προτιμότερον ἔχειν λέγουσα εἰς ὄψιν τοῦ προεστῶτος ἐλθεῖν. ὁ γοῦν πυλωρὸς προσελθόντα τινὰ τῷ προεστῶτι κατὰ τὸ σύνηθες μηνύσας καὶ τοῦτον μετακληθέντα παραστησάμενος, ἐξῄει. τῆς τιμιωτάτης δὲ γυναικὸς παρὰ τοὺς πόδας τοῦ προεστῶτος κειμένης καὶ τὴν συνήθη εὐλογίαν ἐξαιτουμένης, ὁ θεῖος οὗτος ἀνὴρ τὴν εὐλογίαν δοὺς καὶ ἀναστήσας λέγει· «τίς ἡ πρὸς ἡμᾶς σου ἄφιξις καὶ τί σου τὸ ὄνομα» ἡ δέ· «τὸ μὲν αἴτιον τῆς πρὸς τὴν ἁγίαν ταύτην μονὴν ἀφίξεως τὸ προσόν μοι, πάτερ ἅγιε, πλῆθος τῶν ἐπταισμένων· ὅπως ἡσυχάσας
[col.175-176 l. 11] τὸν τῆς ζωῆς μου περιλειφθέντα χρόνον, εἰ καὶ ἀνάξιος, εὕροιμι τὸ θεῖον ἵλεων ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως· τοὔνομα δὲ Εὐφημιανός.» ὁ δὲ γέρων πρὸς αὐτήν· «εἰ τοιοῦτον λογισμόν, ὦ τέκνον, ἔσχες ἐν τῇ καρδίᾳ σου καὶ τὴν σωτηρίαν ποθεῖς, φεῦγε τὴν παρρησίαν· εὐάλωτος γὰρ ἡ τῶν εὐνούχων φύσις τοῖς ἐμπαθέσι λογισμοῖς.» ταῦτα εἰπὼν καὶ τὴν συνήθη εὐχὴν ἐκτελέσας, συνηρίθμησε ταύτην τῇ ἀδελφότητι. ἐπὶ τοσοῦτον δὲ προέκοπτε καὶ ἐπεδίδου τοῖς ἔμπροσθεν ἐν πάσῃ ἀρετῇ καὶ ταπεινώσει, ὡς καὶ ὑπογραμμὸς καὶ τύπος γενέσθαι πᾶσι τοῖς ἐν τῇ μονῇ ἀσκουμένοις μοναχοῖς. ὁ δὲ διάκονος τῶν ἐν τῇ οἰκίᾳ αὐτῆς, εἰς αὐτὸ τοῦτο προκριθεὶς παρὰ τῆς ἁγίας, οἰκονομήσας πάντα, ὡς ὑπέθετο δηλονότι τούτῳ, ἐξῆλθε πρὸς ἀναζήτησιν τῆς κυρίας αὐτοῦ καὶ ἐντυχὼν τῷ μοναχῷ τῷ ἀποκείραντι ταύτην ἐπυνθάνετο, εἰ ἄρα σύνοιδε, ποῦ ἐστιν ἡ τὰ γήϊνα λιποῦσα καὶ τὰ οὐράνια ἐπιζητοῦσα. ὁ δὲ πρὸς αὐτόν· «ὅτι δῆλα τὰ περὶ αὐτῆς μοι ἐγένοντο, ὦ τέκνον, οὐκ ἀρνήσομαι. ποῦ δὲ ἄρα ἐστὶ νῦν, ἀγνοῶ. ἀλλὰ δεῦρο μικρὸν ἅμα πορευθῶμεν εἰς τόδε τὸ μοναστήριον.» καὶ φθάσαντες ἔμαθον διὰ τοῦ πυλωροῦ, εἴσω τῶν ἀρκύων ἔχειν τὸ ζητούμενον· καὶ ἠξίουν διαμηνυθῆναι ταύτην. τῆς δὲ ἐξελθούσης, ὁ μοναχὸς τὸν διάκονον ὑποδείξας, «ἰδού» φησίν «ὁ πιστότατός σου οἰκονόμος, πολλὰ παθὼν εἰς ἀναζήτησίν σου, πάρεστι· καὶ εἰ βούλει, πορευθῶμεν εἰς τὴν ἡμετέραν λαύραν.» τούτων ἀκούσασα ἡ ἁγία καὶ τῷ προεστῶτι τῆς μονῆς προσελθοῦσα καὶ τὴν εὐλογίαν ἐξ ἐκείνου καὶ τῶν λοιπῶν ἀδελφῶν λαβοῦσα, ἐκεῖθεν ἐξῄει καὶ ἀπῆλθεν ἅμα τῷ διακόνῳ, συνόντος καὶ τοῦ μοναχοῦ, εἰς τὴν λαύραν. ἐν ταύτῃ δὲ ἐφ᾿ ἱκανὸν διατρίψασα, θαυμάτων ἀπείρων αὐτουργὸς ἀνεδείχθη. ἀμέλει τῆς τῶν θαυμάτων φήμης διαδοθείσης, πολύ τι πλῆθος ἀποταξαμένων προσερρύη τῇ μονῇ. ἀλλὰ τὸ τοῦ τόπου ἐστενωμένον καὶ βίαιον διεκώλυε τὴν τῶν προσερχομένων ἐπίδοσιν. ὅθεν ὁ τῆς μονῆς προεστὼς θεόθεν ἐμπνευσθεὶς τῷ τηνικαῦτα πατριάρχῃ Κωνσταντινουπόλεως, τῷ ἁγίῳ Ταρασίῳ, δηλοποιήσας περί τε τῶν θαυμασίων ἔργων τοῦ μοναχοῦ Εὐφημιανοῦ ὅπως τε, διακωδωνηθέντων τῶν θαυμάτων, οὐκ ὀλίγων ἀνδρῶν πλῆθος ἀποταξαμένων προσερρύη τῇ μονῇ καὶ μὴ χωρεῖσθαι τοὺς προσερχομένους διὰ τὸ πάντη ἐστενωμένον τοῦ τόπου καὶ σμικρότατον διεσάφησεν· εὗρε τὸν ἁγιώτατον πατριάρχην συνευδοκοῦντα τῷ ἰδίῳ θελήματι. καὶ λαβὼν διὰ δωρεᾶς αὐτοῦ τόπον ἐρείπιον, τὸν νῦν ἡ μονὴ τῶν Ἀβραμιτῶν λεγόμενον, δι᾿ ὀλίγου χρόνου ἐξ αὐτῶν τῶν κρηπίδων φρονιτστήριον ἀποκαταστήσας, εἰς πολλῶν ψυχῶν σωτηρίαν, ἐν αὐτῷ τὴν ἁγίαν τὸν λειπόμενον αὐτῇ δρόμον ἀσκητικὸν διανύσαι παρεσκεύασε. Καὶ τούτου γενομένου καὶ τῆς ἀγγελικῆς ἐκείνης διαγωγῆς περιβοήτου τοῖς πᾶσι γενομένης καὶ κατὰ μικρὸν διαγνωσθέντος τοῦ κρυπτομένου, εἰς ὅσον ἄρα ποσὸν οἱ καθ᾿ ἑκάστην προσερχόμενοι περιίσταντο, οὐ δυνατὸν διαγράψαι. ἐπεὶ δὲ καὶ πειρασμός τις ἐπισυνέβη τῇ ἁγία ἀπό τινος, τὸ σχῆμα μὲν μοναχοῦ, ἔργοις δὲ καὶ πράγμασι τὰ πρῶτα φέροντος τῶν προσῳκειωμένων τῷ χαιρεκάκῳ δαίμονι· τούτου μὲν ἔργον αὐτὸ τοῦτο ἀπαραίτητον κεκτημένου, τραχείας ὕβρεις καὶ αἰσχράς, ὡς κατ᾿ εὐνούχου, τῆς ὁσίας ἐκχέοντος καὶ κατηγοροῦντος ἀναφανδόν, κἀκείνης δὲ ἀντ᾿ οὐδενὸς ταῦτα λογιζομένης καὶ εὐεργεσίας ἡγεῖσθαι μᾶλλον τὰ κατ᾿ αὐτῆς λεγόμενα διαβεβαιούσης, γυνή τις θεοφιλὴς τῶν αἰσχρῶν <καὶ> μυσαρῶν ῥημάτων τοῦ ὄντως βεβήλου καὶ φονέως μετὰ ταῦτα ἀποδειχθέντος ἀκούσασα, «πρόσεχε» φησίν «ἀδελφέ, μή ποτε οὐκ ἔστιν ὡς λέγεις εὐνοῦχος, οὐδὲ ἐμπαθὴς ὡς ὑπολαμβάνεις, ἀλλὰ γυνὴ καὶ ἀπαθής· καὶ σὺ μὲν ἔχεις εἰς κέρδος τὴν γέενναν τοῦ πυρός, διασύρων τὴν ἀπαθῆ, τοὺς δὲ ἀκούσαντας μολύνεις. πρὸ χρόνων γάρ τινων, γυνή τις πάντα τὰ προσόντα αὐτῇ διανείμασα, γέγονεν ἀφανὴς καὶ μή ποτε, ὃν λέγεις εὐνοῦχον, ἐκείνη ἐστὶ καὶ αὐτὸς εἰς βάραθρον ἀπωλείας τὴν ψυχήν σου κατάγεις.» ὁ γοῦν μυσαρὸς ἐκεῖνος καὶ δόλιος προσθεὶς καὶ τοῦτο τῇ ἰδίᾳ πονηρίᾳ, διετράνωσε τὸν λόγον εἰς πολλοὺς τὰς λοιδορίας ἀφείς. ἔσπευδε δὲ κατακρημνίσαι τὴν ἁγίαν εἰς τόπον κατωφερῆ, ὅπως κουφισθέντων ὧν ἠμφίεστο, γεγυμνωμένην ἴδῃ καὶ σχῇ τὸ βέβαιον. οὐκ εἰς μακρὰν δὲ τοῦτο ποιήσας, εἶδε μὲν οὐδέν, γέγονε δὲ ἡμίξηρος ἐκ θείας δυνάμεως· κἀκεῖθεν ἀπαναστὰς πρὸς τὰ ἴδια ᾤχετο. ἐκεῖσε τοίνυν κατασχεθεὶς ὡς κατάδικος ἐγκλήματι φόνου, τῷ ξύλῳ τῆς κεφαλῆς αὐτοῦ ὡς ἐν ἀγχόνῃ ὑποπιεσθείσης, τῷ ἐγχωρίῳς οὕτω λεγομένῳ φούρκῃ, τὴν ὀλέθριον καὶ μιαρὰν ἀπέρρηξε ψυχήν. ἡ δὲ ἁγία ὡς ἐκ τούτου διαφημισθεῖσα καὶ τὰ σκάνδαλα φεύγουσα, δύο καὶ μόνους ἔχουσα μοναχοὺς μεθ᾿ ἑαυτῆς, ἀνέδραμε πρὸς τὰ μέρη τοῦ Στενοῦ· καὶ εὑροῦσα ἐκκλησίαν, ὕδωρ καὶ κηπίον ἔχουσαν, κατῴκησεν ἐν
[col. 177-178 l. 43] αὐτῇ μετὰ καὶ δύο μοναχῶν, τοῦ τε Εὐσταθίου καὶ τοῦ Νεοφύτου. κἀκεῖθεν πάλιν ἀπάρασα μετὰ παραδρομὴν χρόνων τινῶν, προσκληθεῖσα ἐν τῷ Βυζαντίῳ παρά τινων μοναχῶν ἐπὶ τὰ μέρη τοῦ Σίγματος, ἐκεῖσε τὸ λειπόμενον ταύτῃ τῆς ζωῆς ἔτος διαβιβάσασα ὁσίως καὶ θεαρέστως ἰάσεις τε καὶ θαύματα οὐκ ὀλίγα τοῖς προσιοῦσι χαρισαμένη, πρὸς κύριον ἐξεδήμησεν.

*****************************************************************

Δεν υπάρχουν σχόλια: