Δευτέρα, 2 Ιουνίου 2008

Οσίομάρτυς Θεοδοσία

Αὕτη ἦν ἐν τοῖς χρόνοις Θεοδοσίου τοῦ Ἀδραμυττηνοῦ, γονέων εὐσεβῶν ἐκ τῆς θεοφυλάκτου καὶ βασιλίδος τῶν πόλεων γέννημα καὶ θρέμμα. ἑπταετὴς δὲ γενομένη, ἐτελεύτησεν ὁ πατὴρ αὐτῆς· ἡ δὲ μήτηρ λαβοῦσα τὴν παῖδα, ἀπέκειρεν αὐτὴν ἔν τινι τῶν τοῦ Βυζαντίου μοναστηρίων· εἶτα ἐτελεύτησε καὶ ἡ μήτηρ, καταλείψασα τῇ μακαρίᾳ τὴν πᾶσαν περιουσίαν. ἡ δὲ ἐκ χρυσοῦ καὶ ἀργύρου τρεῖς ἁγίας εἰκόνας κατασκευάσασα, τοῦ Χριστοῦ, τῆς ὑπεραγίας Θεοτόκου καὶ τῆς ἁγίας μάρτυρος Ἀναστασίας, τὴν λοιπὴν περιουσίαν διένειμε πτωχοῖς καὶ ὀρφανοῖς. μετὰ δέ τινα χρόνον, Λέοντος τοῦ δυσσεβοῦς τῆς βασιλείας δραξαμένου, Θεοδοσίου τοῦ εὐσεβεστάτου τῆς βασιλείας ὑποχωρήσαντος, εὐθέως ὁ ἀλιτήριος διὰ τὸ μὴ πειθαρχεῖν τοῖς ἀσεβέσι δόγμασι τὸν μέγαν ἐν πατριάρχαις Γερμανὸν τοῦτον μετὰ ῥοπάλων καὶ ξιφῶν τοῦ πατριαρχείου κατήνεγκε· καὶ τὴν ἁγίαν καὶ δεσποτικὴν εἰκόνα Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τὴν ἱδρυμένην ἐπάνω τῶν πυλῶν, ἐν οἷσπερ διὰ τὸν χαρακτῆρα ἡ ἁγία λέγεται Χαλκῆ, ἔσπευσε κατενέγκαι καὶ πυρὶ παραδοῦναι. καὶ ἐν ᾧ ταῦτα ἐτελεῖτο καὶ ὁ σπαθάριος ἦν ἐπὶ τῆς κλίμακος, μετὰ τῆς ἀξίνης βουλόμενος τὴν ἁγίαν εἰκόνα
[p. 829] καταβαλεῖν, ἡ μακαρία Θεοδοσία μεθ᾿ ἑτέρων γυναικῶν εὐσεβῶν τῆς κλίμακος δραξάμεναι καὶ τὸν σπαθάριον τῇ γῇ προσρίψασαι, τῷ θανάτῳ παρέδοσαν· καὶ καταλαβοῦσαι τὸ πατριαρχεῖον ἐλιθοβόλουν τὸν δυσσεβῆ Ἀναστάσιον τὸν φατριάρχην. πάραυτα οὖν αἱ μὲν λοιπαὶ τῶν γυναικῶν ἀπεκεφαλίσθησαν· τὴν δὲ ἁγίαν ὠμός τις καὶ ἀπάνθρωπος ἕλκων δήμιος πρὸς τὸν Βοῦν λαβὼν κέρας ἀπέσφαξεν αὐτήν. οὕτως οὖν καλῶς ἀγωνισάμεναι, εἰς χεῖρας Θεοῦ τὰ πνεύματα ἑαυτῶν
[p. 830] παρέθεντο. τελεῖται δὲ ἡ ταύτης σύναξις ἐν τῇ ἁγίᾳ μονῇ τοῦ σωτῆρος Χριστοῦ τοῦ Εὐεργέτου.

*************************************************************

Δεν υπάρχουν σχόλια: