Δευτέρα 2 Ιουνίου 2008

Oσία Θεοδώρα η εν Θεσσαλονίκη

Γρηγορίου τοῦ κληρικοῦ>


1. Πολλοὺς ψυχωφ<ελεῖς καὶ θαυμαστοὺς> τρόπους ἐν ταῖ<ς τῶν ἁγίων διδα>σκόμεθα μνήμαις· <αἱ γὰρ αὐτῶν κη>ρυττόμεναι πράξεις γίνονται τοῖς ἀκούουσι καὶ προτροπὴ καὶ παράκλησις· ἡνίκα γὰρ μαρτύρων ἆθλα καὶ πάθη καὶ τῶν ἐν εὐσεβείᾳ διαπρεψάντων τοὺς βίους ἐνωτιζόμεθα, ἐπὶ μόνῃ τῇ ὑπομνήσει εἰς ζῆλον καὶ μίμησιν τῆς αὐτῶν ἀρετῆς ἐναγόμεθα. ἐπεὶ οὖν <καὶ ἡ εὔσημος ἡμέρα τῆς ἐτησίου μνήμης τῆς ὁσίας μητρὸς ἡμῶν Θεοδώρας ἐπιστᾶσα, τῆς ἀληθῶς θεοῦ δῶρον φανείσης, τὰς ἐν ἄστει λιπεῖν διατριβὰς καὶ πρὸς τὸ σεμνὸν τοῦτο καὶ ἄσυλον τῶν θαυμάτων ταμεῖον πανδημεὶ συρρεῦσαι ἠνάγκασεν, οὐ καλὸν ἡμᾶς μή τι τῶν> ἐκείνης <εἰς ἐγκεντρισμὸν ἀγαθῶν πράξ>εων <ἀκηκοότας κενοὺς πάλιν ὑπ>ονοστῆσαι <ὅθεν ἐπανεδράμομεν· οὐ> γάρ, διὰ τὸ <μὴ χρόνοις βοηθεῖσθαι, δι>ὰ τοῦτο σιω<πητέον τὰ τῆς μητρὸ>ς σεμνὰ κατορθώ<ματα· τοὐαντίον> δέ, ὡς ἀρτιφανῆ <τε καὶ ἀληθῆ>, χρεών, ὡς οἰκεῖον ἡμῶν τῶν Θεσσαλονικέων καλλώπισμα, τὸν τῆς εὐσεβείας καρπὸν ὃν πᾶσιν ἀφθόνως χαρίζεται, τὴν τῶν θαυμάτων ἐπίδειξιν διαπρυσίως κηρῦξαι τοῖς πέρασι. καὶ μή τις πρὸς ἀπιστίαν καταπιπτέτω, τῶν οὐκ ἐνδεχομένων εἶναι οἰόμενος ἐν τῇ καθ᾿ ἡμᾶς γενεᾷ θαυμάτων πολλῶν γενήσεσθαι δύναμιν· ἡ γὰρ τοῦ θεοῦ παντοδύναμος σοφία, κατὰ γενεὰς εἰς ψυχὰς ὁσίας διαβαίνουσα, φίλους θεοῦ καὶ προφήτας παρασκευάζει. μηδ᾿ αὖ ἐμοὶ προπετείας ἐπιτριψάτω τις ἔγκλημα, ὡς ἐμαυτὸν ἀξιοῦντι τοσούτων
[p. 2] ἐπαινεῖν τε κατατολμῶντι τὴν κρείττω τῶν ἀνθρωπίνων γενομένην ἐπαίνων. μήποτε τηλικούτῳ κακῷ περιπέσοιμι· ἀλλὰ δεδοικὼς μή ποτε ὁ ταύτης βίος καὶ τὰ παράδοξα θαύματα τοῖς τῆς λήθης παραδοθῶσι βυθοῖς (μηδὲ γὰρ εἶναι τὸν ταύτην προστησάμενον τὴν ὑπόθεσιν), θεῷ τὸ πᾶν ἀναθέμενος τῷ διδόντι λόγον ἐν ἀνοίξει τοῦ στόματος, ὀλίγα τῶν ταύτης ἁπλοϊκῶς τε καὶ ὡς ἔτυχε παραδοῦναι προῄρημαι, ἄμεινον εἶναι οἰόμενος τῆς ἀξίας διαμαρτεῖν ἢ εἰς τέλος παραλιπεῖν τὰ μνημονεύεσθαι ἄξια. καὶ δὴ ἀπ᾿ αὐτῆς τῆς τοῦ λόγου βαλβίδος τὴν τῆς ὁσίας μητρὸς ἡμῶν πρεσβείαν βοηθὸν καὶ συνήγορον καὶ συλλήπτορα θέμενος, τῆς διηγήσεως ἄρχομαι ὧδε.

2. Θεοδώρᾳ πατρὶς μὲν ἦν ἡ πόλις τοῦ ζῶντος Θεοῦ, ἡ ἐπουράνιος Ὶερουσαλήμ, ἡ τῶν πρωτοτόκων σκηνή· εὐγένεια δὲ ἡ τῆς εἰκόνος τοῦ πλάσαντος τήρησις, καθ᾿ ἣν καὶ πεποιήμεθα καὶ πεπλάσμεθα· πλοῦτος δὲ τὸ πᾶσαν τὴν ὑλικὴν τοῦ κόσμου περιουσίαν ὥσπερ τινὰ κόνιν τῶν ποδῶν ἐκτινάξασθαι· δόξα δὲ τὸ μηδ᾿ ὁπωσοῦν παρὰ τῶν ἀνθρώπων ἐθέλειν δοξάζεσθαι. οὕτω μὲν οὖν ἔχω λέγειν περὶ πατρίδος καὶ εὐγενείας καὶ δόξης τῆς ἁγίας ἐκείνης καὶ ὄντως ἀλήπτου ψυχῆς· οὐδὲ γὰρ δίκαιον οἶμαι ἐκ τῶν παρ᾿ ἡμῖν τούτων πλέκειν ταύτῃ τὸν ἔπαινον· τὴν γὰρ πᾶσι μὲν τοῖς φαινομένοις χαίρειν εἰποῦσαν, μόνοις δὲ τοῖς οὖσι προσθεμένην πάσῃ σπουδῇ, ταύτην εἴ τις ἐπαινεῖν ἕλοιτο, ἐκείνων μεμνημένος οἷς ἐκείνη μηδὲ προσέχειν ὅλως ἠξίου τὸν νοῦν, πῶς οὐκ ἀδικεῖ ἐπεὶ δὲ νόμος ἱστοριῶν καὶ πατρίδα καὶ πατέρας καὶ διαγωγὴν διηγεῖσθαι, καὶ ταῦτα ἔρχομαι λέξων, ἵν᾿ ἔχῃ τὸ σῶμα τῆς ἱστορίας τὴν ἁρμονίαν ἀκόλουθον, μηδενὸς ἀπόντος τῶν ὀφειλόντων παρεῖναι τῷ διηγήματι.

3. Πατρὶς οὖν τῆς ὁσίας μία τῶν ὑπὸ τὴν Ὲλλάδα τελουσῶν νήσων· Αἴγινα ταύτῃ τὸ ὄνομα· ἣ πρώην μὲν τῶν ἐνδόξων οὖσα καὶ τῶν ἑσπερίων τὸ κράτιστον, ὕστερον μέντοι (ὢ θεοῦ κρίματα) ταῖς τῶν Ἰσμαηλιτῶν παρεδόθη χερσὶ καὶ νῦν ἔρημος καὶ ἄδοξος καταλέλειπται, μόλις τῆς προτέρας εὐδαιμονίας ὑποδεικνῦσα τοὺς τύπους. ἐν δὴ ταύτῃ τῇ νήσῳ τῇ ποτε μὲν ἐνδόξῳ, νυνὶ δὲ ἀδόξῳ (οὐδὲ γὰρ τῇ νῦν ἀδοξίᾳ τῆς θρεψαμένης ἐρυθριῷ, τῇ θαυμαστῇ δόξῃ τῆς τραφείσης σεμνυνόμενος, οὐδὲ τῇ ἁλώσει τῆς πατρίδος αἰδοῦμαι, εὔχει ἀπειρεσίῳ τὴν ἐκ ταύτης ὁρῶν κυδιῶσαν) ἡ μακαρία γεγένηται.

πατὴρ δὲ Ἀντώνιος ἐκεῖνος ὁ μέγα κληρωσάμενος ὄνομα· ὃς καλοκἀγαθίᾳ πάσῃ κοσμούμενος καὶ τῷ κλήρῳ κατειλεγμένος τῆς ἐκεῖ ἁγιωτάτης μεγάλης ἐκκλησίας καὶ τὰ πρῶτα τῶν ἱερέων λαχὼν [Αρσενις p. 2. l. 35· πρωτοπρεσβύτερος] καὶ εἰς μοναχοὺς κατηξιώθη τελεῖν, ἵν᾿ ἄρτιος πανταχόθεν ὀφθῇ Χριστῷ τῷ Θεῷ ἡμῶν.

μήτηρ δὲ Χρυσάνθη, οὐ τοσοῦτον ἐκ τοῦ ἀνδρὸς ὅσον ἐκ τῆς τῶν προγόνων ἀρετῆς τὸν κόσμον ἐπιδεικνῦσα τὸν ἑαυτῆς. ἅμα δὲ τῷ τὴν ὁσίαν ἐκ ταύτης εἰς φῶς προελθεῖν καὶ τὸν βίον ἀπολελοίπει, [Αρσενις p. 2, l. 38-41· οὐ πολὺν δὲ χρόνον ἡ ὁσία μετὰ τὸ παρελθεῖν διὰ τῶν ὠδίνων εἰς φῶς τῷ τῆς κατὰ σάρκα μητρὸς ἐγαλουχήθη μασθῷ· ἀλλὰ σχεδὸν θυγάτηρ τε ὁμοῦ καὶ ὀρφανὴ ὠνομάσθη] τοῦ θεοῦ τάχα κρεῖττόν τι περὶ τὴν αὐτῆς αὔξησίν τε καὶ βίωσιν προβλεψαμένου
[p. 3] τε καὶ οἰκονομήσαντος. ἄθρει δὲ τὴν τοῦ πατρὸς πρὸς τὸ καλὸν ἑτοιμότητα· ἡ τῆς ὁσίας μήτηρ οὔπω τῷ τάφῳ ἐδέδοτο, ἀλλ᾿ ἔτι νεκρὰ ἐπὶ τοῦ σκίμποδος ἔκειτο, κἀκεῖνος τοὺς τοῦ μονήρους βίου ἀρραβῶνας ἠμφίαστο· ἠπείγετο γὰρ λίαν φιλήσυχος ὢν καὶ τὰ τοῦ κόσμου καὶ ἑαυτὸν ἀπαρνήσασθαι καὶ τὴν ἐσχατιὰν κατασπάσασθαι.

4. καί γε καλῶς τὴν ἔφεσιν εἰσδεξάμενος, ἔτι τοῦ πόθου θερμότατα ζέοντος καὶ τοῦ ποθουμένου τετύχηκε καὶ πρὸς τοιοῦτον χῶρον ἀφίκετο ὁ ἀστικὸς καὶ πολλοῖς οἰκέταις δορυφορούμενος, ἐπιμιξίας ἀνθρώπων ἀπηλλαγμένος παντάπασιν. παρέθετο δὲ τὴν θυγατέρα Θεῷ τε καί τινι γυναικὶ σώφρονι καὶ κοσμίᾳ τῶν ἐκ γένους αὐτῷ, ἣ καὶ μήτηρ τῆς παιδὸς ἐτύγχανεν οὖσα ἐκ τοῦ θείου βαπτίσματος [Αρσενις p. 3 l. 11· ἐκ κολυμβήθρας], ἵν᾿ ὡς μὲν γένει προσήκουσα τὴν τοῦ σώματος, ὡς δὲ μήτηρ πνευματικὴ ἀρετῇ τε καὶ πᾶσιν ἀγαθοῖς διαλάμπουσα τὴν τῆς ψυχῆς παρέχηται ἐπιμέλειαν. ὑπὸ τοιαύτης τὴν ἑαυτοῦ δούλην θεὸς ἄγεσθαι ᾠκονόμησεν, ἵν᾿ ἐκ σπαργάνων αὐτῶν ὁ ταύτης βίος λαμπρύνηται καὶ θαυμάζηται· οὐχ οὕτω γὰρ καλάμη πρὸς πυρὸς ἔξαψιν ἐπιτηδεία διὰ ξηρότητα, ὡς ἡ τῶν ὑπὸ χεῖρα διάθεσις ἑτοιμοτάτη πρὸς ὑποδοχὴν τῆς τοῦ κρατοῦντος ἀρετῆς ἢ κακίας, καὶ μάλιστα εἰ τύχοιεν νηπιάζοντες, διὰ τὸ τὰς τῶν νέων ψυχὰς ἁπαλωτέρας οὔσας ἑτοίμους εἶναι πρὸς ὅτι ἂν εἴποις μάθημα.

5. οὕτω μὲν οὖν ἡ μακαρία παρὰ τῆς θαυμαστῆς ἐκείνης ἐκτρέφεται γυναικός. οὔπω δὲ τὴν τῶν παίδων ἡλικίαν παραδραμοῦσα μνηστεύεται ἀνδρὶ τῶν κατὰ τὴν νῆσον ὑπερεχόντων. τὸ δ᾿ αἴτιον τῆς περὶ τὴν μνηστείαν ταχυτῆτος τοῦτο ἦν· τὸν ἕβδομον τῆς ἡλικίας ἡ παῖς διήρχετο χρόνον, καὶ εὐφυὴς ὁμοῦ καὶ εὐμαθὴς ἐδείκνυτο, καὶ πρὸς ὅπερ ἂν ἡ τῆς πνευματικῆς μητρὸς βούλησις ἔκρινε μάθημα, κατ᾿ αὐτὸ τῆς παιδὸς ἡ ἀγχίνοια καὶ εὐφυῒα διέλαμπεν (ἐμεμαθήκει δὲ καὶ τὰ ἱερὰ γράμματα καὶ μέρος τι τῆς ψαλλομένης γραφῆς) κάλλει τε σώματος καὶ τῇ τοῦ προσώπου ὡραιότητι τῇ τε ἐκ γένους σωφροσύνῃ καὶ εὐσεβείᾳ ἐμεγαλύνετο καὶ ἐθαυμάζετο. διὰ τοῦτο πολὺ τῶν εὐπατριδῶν πλῆθος ἐζήτει τὴν νέαν μνηστεύσασθαι καὶ τῷ ταύτης πατρί, ὅτε τοῦ ὄρους κατήρχετο, δι᾿ ὄχλου ἐγένοντο. ὁ δὲ πατὴρ καὶ ταύτην τὴν μέριμναν μηκέτι φέρειν δυνάμενος, ὡς καὶ τῷ κόσμῳ καὶ τοῖς αὐτοῦ πᾶσιν ἀποταξάμενος, τί ποιεῖ ἐπιλεξάμενός τινα τῶν ἐκ γένους περιφανῆ, γνώριμον ἐπὶ σωφροσύνῃ καὶ περιβόητον ἐν λόγοις, ἐκείνῳ κατεγγυᾶν ἐκεκρίκει τὴν παῖδα. οὕτω δὲ βίῳ καὶ τρόποις πρὸς ἀλλήλους ἐζεύχθησαν, <ὥστε> ὡς ἐν ὕλῃ τινὶ λεπτῇ καὶ διαφανεῖ θάτερον τοῦ θατέρου ἦθος ἐν ἑαυτῷ προδεικνύειν. διὰ τοῦτο δόξα καὶ καύχημα παντὸς τοῦ γένους ἐτύγχανον.

6. ἀλλ᾿ ἐπελθὸν τὸ τῶν Σαρακηνῶν ἔθνος τὴν νῆσον ἐκείνην καταληίζεσθαι ἤρξατο καὶ πλείστους τῶν οἰκητόρων αἰχμαλώτους ἔλαβε, ἔστι δὲ οὓς καὶ
[p. 4] μαχαίρας ἔργον εἰργάσατο. ἐν οἷς καὶ ὁ τῆς ὁσίας εὕρηται ἀδελφός, τῷ κλήρῳ κατειλεγμένος καὶ τῇ τοῦ διακόνου διαλάμπων τιμῇ· θέαμα ἐλεεινὸν τῷ γένει καὶ τῇ πατρίδι πάσῃ προκείμενος, ἐπειδὴ καὶ τοῖς πᾶσιν ὑπῆρχεν αἰδέσιμος. μὴ φέρων οὖν ὁ τῆς ὁσίας ἀνὴρ καθ᾿ ἑκάστην ὁρᾶν τὴν ἀπροδοκήτως ἐπιγινομένην τῇ πατρίδι βαρβαρικὴν ἔφοδον, συμβούλῳ ἀγαθῷ τῷ καλῷ κέχρηται κηδεστῇ· ὁ δὲ τῆς ἐνεγκαμένης ἀπαίρειν συνεβούλευεν, οἰκτείρων ταύτην τὴν μόνην τῶν τέκνων ὑπολειφθεῖσαν αὐτῷ. τριῶν γὰρ τέκνων ἐγεγόνει πατήρ, θυγατρὸς ἐν τῷ τῶν ἀσκουσῶν τάγματι καλῶς τὸν βίον ἐν τῇ πατρίδι καταλυσάσης καὶ τοῦ ὑπὸ τῶν Σαρακηνῶν ἀναιρεθέντος διακόνου καὶ ταύτης τῆς ὁσίας, περὶ ἧς ἡμῖν καὶ ὁ λόγος. ἐν δὴ ταύτῃ καὶ αἱ τῆς μητρὸς ἔληξαν ὠδῖνες· ἣν καὶ θείᾳ ἐμπνεύσει ὁ πατὴρ Ἀγάπην ὠνόμασεν, ὡς διὰ τῆς ἐπωνυμίας τὸν βίον τῆς παιδὸς προαγγέλεσθαι· καὶ γάρ, εἰ δεῖ θαρρήσαντα εἰπεῖν, οὐκ ἀναθετέον τὸ πᾶν τῆς ἐπωνυμίας πρὸς μόνην τὴν τῶν πατέρων βούλησιν, ἀλλ᾿ ἔστω καί τι τῆς πρὸς θεὸν στοργῆς σύμβολον, ὡς τὸ ἐκβησόμενον ἔδειξεν.

7. μετανάσται τοίνυν τῆς πατρῴας γεγένηνται γῆς καὶ πρὸς τὴν περιφανῆ καὶ ἡμετέραν πόλιν ἐξώρμησαν· ἐν ᾗ καὶ γενόμενοι καὶ τὴν τῆς πόλεως θέσιν τε καὶ κατάστασιν καὶ τὸ τῆς ζωῆς ἤρεμον θεασάμενοι καὶ ὅτι ταῖς μετὰ θεὸν προστασίαις τοῦ αὐτῆς κηδεμόνος καὶ πολιούχου, τοῦ πανενδόξου μάρτυρος Δημητρίου, διαφυλαττομένη ἐκ πάντων τῶν ἐπιτιθεμένων αὐτῇ κακῶν ἀνάλωτος δείκνυται, ἐν ταύτῃ δὴ καὶ τὴν πλάνην στῆσαι καὶ διατρίβειν προείλοντο. ὁ μὲν οὖν τῆς ὁσίας πατὴρ τῆς ἡσυχίας ἐρῶν καὶ τὸ τῶν εἰκονομάχων θεοστυγὲς συνέδριον μυσαττόμενος (ἔτι γὰρ ὑπ᾿ αὐτῶν ἡ τοῦ θεοῦ ἐκκλησία ἐπολεμεῖτο) εἰς τὰς ἐρημίας ἀπέδραμεν [Αρσενις p. 4 l. 32· ἐπὶ τὰς ὑπὸ τὰ Θόρωπα ἀνθρώποις ἀβάτους ἐρημίας ἀπέδραμε], τὴν μετὰ τῶν ἀτιθάσων θηρῶν οἴκησιν τῆς πρὸς τοὺς κακοδόξους κοινωνίας αἱρετωτέραν ἡγούμενος, ἵν᾿ ἰδεῖν ὅσον ἐφικτὸν θεὸν δυνηθῇ καὶ μακάριος γένηται· ἐν αἷς καὶ τὸν ἅπαντα τῆς ζωῆς αὐτοῦ χρόνον τελέσας θεαρέστως λίαν καὶ εὐσεβῶς, ὡς τὴν ἀπραγμοσύνην ἔχων καὶ τὸ φιλοσοφεῖν ἐν ἡσυχίᾳ, καὶ πάντα παρεὶς τοῖς βουλομένοις καὶ ἑαυτῷ ἀεὶ συλλαλῶν καὶ πρὸ τοῦ φυσικοῦ θανάτου τὴν ψυχὴν χωρίσας τοῦ σώματος, πρὸς τὰς οὐρανίους ἀνέπτη μονάς.

8. οἱ δὲ ταύτην οἰκεῖν τὴν πόλιν ᾤοντο δεῖν. γίνονται δὲ αὐτοῖς τρία τέκνα, ὧν τό τε τῆς τελευταίας καὶ μέσης ὠδῖνος τὸν βίον κατέλιπον, μεγάλης καὶ ἀφορήτου ὀδύνης αἴτια τῷ πατρὶ γεγονότα. ἀλλ᾿ οὐκ ἐκείνης τῆς γενναίας καὶ φιλοσόφου ψυχῆς τὸ μέγα τοῦτο πάθος εἰς τέλος ἐκράτησεν· ἐκράτησε μέν, ἐπειδὴ μήτηρ, οὐχ ὡς αἱ πολλαὶ δὲ παρεσύρη τῷ πάθει, ἀλλὰ τὸν λογισμὸν ἀντιστήσασα, καὶ τῆς τοῦ ἀνδρὸς ὀδύνης παραψυχὴ γίνεται, τοιαῦτα πρὸς αὐτὸν διεξιοῦσα καὶ λέγουσα· «κεφαλὴν μὲν τῆς γυναικὸς τὸν ἄνδρα τῆς θείας γραφῆς εἰσηγουμένης ἀκήκοα· ἀλλὰ καὶ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη καὶ οὐ δύναται
[p. 5] ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί· χρείαν σου οὐκ ἔχω, ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν· χρείαν ὑμῶν οὐκ ἔχω· ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ἀναγκαῖα καὶ ταῦτα καθέστηκεν. εἰμὶ οὖν καὶ αὐτὴ μέλος σὸν· καθικετεύω οὖν τὴν ἐμὴν κεφαλήν· μὴ καταπέσῃς ἐπὶ τῇ στερήσει τῶν τέκνων· οὔτε γὰρ πρῶτοι τοῦτο πεπόνθαμεν οὔτε μόνοι· ἀλλ᾿ εὐχαριστήσωμεν τῷ δεδωκότι καὶ λαβόντι ταῦτα Χριστῷ τῷ θεῷ ἡμῶν· σκοπήσωμεν δὲ ἡμεῖς ὑπὲρ ἡμῶν αὐτῶν, εἰ δοκεῖ, ὅπως ἄξιόν τι τῆς ἡμῶν κλήσεως ἔργον ἐπιδειξώμεθα· τί δὲ τοῦτο πάντες ἄνθρωποι ἀπαρχὰς τῶν οἰκείων καρπῶν προσφέρουσι τῷ θεῷ· προσάξωμεν τοίνυν καὶ ἡμεῖς τὴν ἡμετέραν παῖδα ἀπαρχὴν Χριστῷ τῷ θεῷ ἡμῶν, καὶ ὡς τὰ δύο λεπτὰ τῆς χήρας ἐκείνης, ἡμῶν, εὖ οἶδα, Χριστὸς προσδεξάμενος <τὸ τέκνον>, καὶ ἐν τῇ παρούσῃ ζωῇ ἀναψυχὴν ἡμῖν τελείαν δωρήσεται καὶ ἐν τῇ μελλούσῃ κρίσει ἀπείρου τῆς αὐτοῦ φιλανθρωπίας ἀντιληψόμεθα.» ὁ δὲ καλὸς ἐκεῖνος ἀνὴρ ἡδέως αὐτῇ ἀπεκρίνατο· «ὦ γύναι, καλή σου ἡ προθυμία, καλλίστη σου καὶ ἡ συμβουλή· ἄγε δὴ προθυμηθῶμεν ἐπὶ πλέον καὶ εἰς τέλος τὰ καλῶς κριθέντα ἀγάγωμεν· τὰ γὰρ κάλλιστα τῶν ἔργων εἰς ὑπερθέσεις χωρεῖν οὐκ ὀφείλουσιν.»

9. καὶ δὴ εὐθὺς τὴν παῖδα βαστάσαντες (ἦν γὰρ χρόνων ἕξ) καὶ τὸ τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου καὶ εὐαγγελιστοῦ Λουκᾶ καταλαβόντες τέμενος, ὃ δὴ πλησίον τῆς ἀγορᾶς τῆς ἐπὶ τὴν Κασανδρεωτικὴν ἰούσης πύλην διάκειται, [Αρσενις π.5 l. 31· τὸ πρὸς τῇ λεωφόρῳ τῇ ἐπὶ τὴν Κασσανδρεωτικὴν ἰούσῃ], ἀνάθημα ποιοῦσιν αὐτόθι τὴν παῖδα Θεῷ, ἐπιστήσαντες αὐτῇ Αἰκατερίναν τὴν Ἀντωνίου τοῦ ὁμολογητοῦ ἀδελφήν, τοῦ καὶ προέδρου τῆς ἡμετέρας χρηματίσαντος πόλεως, σοφὴν τά θεῖα καὶ κατὰ γένος τῇ μεγάλῃ προσήκουσαν· [Αρσενις p. 5 l. 34-36· ἐκεῖσε γὰρ ᾤκει μετά τινων ὀρθοδόξων ἀσκουσῶν, τάχα καὶ αὐτὸ ὑπὸ τῶν εἰκονοκαυστῶν καταφρονηθὲν διὰ σμικρότητα. καὶ πεσόντες εἰς τοὺς πόδας αὐτῆς εἶπον] καὶ τοιαῦτα πρὸς αὐτὴν διεξῆλθον· «δέξαι, μῆτερ, τὸ πρῶτον καὶ μόνον καταλειφθὲν ἡμῖν τέκνον καὶ προσάγαγε ταύτην θυσίαν ζῶσαν καὶ λογικὸν ὁλοκάρπωμα κυρίῳ τῷ θεῷ ἡμῶν καὶ τὰ τῶν μοναχῶν αὐτὴν ἀμφιάσασα, θεῷ σωτῆρι θαρρήσασα ἄρχε τοῦ ἔργου.» ἡ δὲ ἁγία ἐκείνη γυνὴ τὴν παῖδα δεξαμένη καὶ τὸ ὄμμα σὺν ταῖς χερσὶν πρὸς τὸν ἐν τοῖς οὐρανοῖς κατοικοῦντα πετάσασα, «ὁ θεὸς» ἔφη «ὁ διὰ σπλάγχνα ἐλέους ἐκ παρθένου ἁγίας σαρκὶ νηπιάσαι καταδεξάμενος, ὁ τὴν τοῦ Ἀβραὰμ θυσίαν, ὅτε τὸν μονογενῆ τῷ σῷ ὑπείκων νεύματι θύειν ἠπείγετο, προσδεξάμενος, πρόσδεξαι καὶ τὴν ἐκ ταύτης τῆς συζυγίας προσκομισθεῖσάν σοι προσφορὰν καὶ ἀνάδειξον αὐτὴν ὡς τὸν πρὸ γενέσεως σοὶ τῷ θεῷ ὑποσχεθέντα Σαμουήλ, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας· ἀμήν.» ἕωθεν οὖν μετὰ τὴν ὀρθρινὴν πᾶσαν δοξολογίαν [Αρσενις p. 6 l. p. 6-7· ἕωθεν οὖν μετὰ τὴν τοῦ παντὸς κανόνος περαίωσιν] ἡ θαυμαστὴ ἐκείνη γυνὴ δι᾿ εὐλαβοῦς ἀνδρὸς ἀποκαρῆναι τὴν παῖδα ἐποίησε καὶ ἐπωνόμασεν αὐτὴν Θεοπίστην. οἱ δὲ γονεῖς αὐτῆς ὑπέστρεψαν εἰς τὸν ἴδιον οἶκον δοξάζοντες καὶ αἰνοῦντες τὸν θεόν, ὅτι τῷ καταλόγῳ τῶν μοναζουσῶν ἡ παῖς αὐτῶν ἐναρίθμιος γέγονεν.
[p. 6]

10. ἐνταῦθα δὴ τοῦ λόγου γενόμενος ἐβουλόμην πολλῶν τῶν τῆς μακαρίας Θεοδώρας συγγενῶν τοὺς βίους διεξελθεῖν, οὐχ ἵν᾿ εἰσοίσω τι ταύτῃ πρὸς εὐφημίαν, ἀλλ᾿ ἵν᾿ εἰδῆτε τοὺς αὐτῆς συγγενεῖς [Αρσενις p. 6 l. 15· προγενεῖς], οἷοι κατὰ θεὸν ζῶντες ἐτύγχανον. ἐπεὶ δὲ περιττὸς εἶναι δόξω πόρρω τοῦ προκειμένου διεξιών, Ἀντονίου μόνου τοῦ ἡμῶν ἀρχιποίμενος ἐπιμνησθεὶς αὖθις τὸν λόγον ἐπ᾿ αὐτὴν καὶ δὴ τρέψομαι. οὗτος τοίνυν ὁ μέγας τὰ ἱερὰ γράμματα ἐκ νηπίων μεμαθηκὼς καὶ τὸ τίμιον καὶ ἅγιον σχῆμα τῶν μοναχῶν ἐνδυσάμενος καὶ ἀεὶ ταῖς θεοπνεύστοις σχολάζων γραφαῖς καὶ νοῦν εἰς τὰ τούτων βάθη προκείμενον ἔχων καὶ αἰχμαλωτίζων πᾶν νόημα εἰς τὴν ὑποταγὴν τοῦ Χριστοῦ, παντοίοις εἴδεσιν ἀρετῆς ἑαυτὸν κατεκόμησεν. καὶ γὰρ οὐ τὴν παρ᾿ ἡμῖν μόνον σοφίαν, ἣ μόνης σωτηρίας ἀντεχομένη τὸ περιττὸν καὶ ποικίλον διαπτύει [Αρσενις p. 6 l. 23-24· τῆς ἐν λόγοις δυνάμεως τὸ γρῖφόν τε καὶ βαθὺ διαπτύεται], ἀλλὰ καὶ τὴν θύραθεν καὶ ἐγκύκλιον παίδευσιν εἰς ἄκρον ἐξησκημένος ἐτύγχανε, ἐπεὶ καὶ ταύτης χρεία τοῦ καλῶς σαφηνίζειν τὰ τῷ νῷ μελετώμενα. ἐντεῦθεν αὐτῷ πᾶσαν μὲν παλαιὰν βίβλον πᾶσαν δὲ νέαν καλῶς ἐκμελετῆσαι, ὡς οὐδὲ μίαν ἕτερος, προσεγένετο, ἐντεῦθεν πλουτῆσαι μὲν θεωρίαν, πλουτῆσαι δὲ βίου λαμπρότητα, ἐντεῦθεν τὸ δόξαν οὐ τὴν τυχοῦσαν πορίσασθαι· ἐντεῦθεν καὶ τὸ τῶν δογμάτων ὕψος, ἡ τοῦ θεοῦ καὶ πατρὸς σοφία καὶ λόγος, Χριστὸς ὁ θεὸς ἡμῶν ἐχαρίσατο· ἐντεῦθεν ὥσπερ τις λύχνος ἐν ζοφερῷ τόπῳ φαίνων ἀνέλαμψεν· ἐντεῦθεν καὶ ψήφῳ θεοῦ ἀρχιεπίσκοπος τοῦ Δυρραχίου καθίσταται, οὐκ ἀνασχομένης <ψήφου?> ἐπὶ πολὺ τὸν λύχνον ὑπὸ τὸν μόδιον κρύπτεσθαι.

11. οὕτω δὲ ἐπὶ τὸν τῆς ἀρχῆς θρόνον ἀναβιβασθέντος τοῦ μακαρίου καὶ καλῶς ἐπὶ νομὰς σωτηρίους τὸ ποίμνιον διιθύνοντος, ἐξαίφνης ἡ μυσαρὰ καὶ ἀρτιφανὴς αἵρεσις ὥσπερ φλὸξ ἀνερριπίσθη δεινότατα καὶ πᾶς ὁ τῶν ὀρθοδόξων χορὸς διεπτόητο καὶ σύγχυσις καὶ ταραχὴ τὴν
οἰκουμένην κατέλαβε καὶ πᾶσα μὲν ἡλικία πᾶν δὲ γένος ἀνθρώπων ὑπὸ τῶν τῆς ἀσεβείας ὑπασπιστῶν χαλεπῶς αἰκιζόμενον ἠναγκάζετο βλασφημεῖν τὸν ἡμῶν θεόν τε καὶ κύριον Ἰησοῦν τὸν Χριστὸν διὰ τῆς καταπατήσεως τῆς προσκυνητῆς αὐτοῦ καὶ σεπτῆς εἰκόνος. ἴστε πάντες τὴν μανίαν [Αρσενις p. 7 l. 10· διωγμόν], ἣν ἐμάνη κατὰ τῆς ἐκκλησίας ὁ θηριώνυμος βασιλεὺς ἐκεῖνος, Λέων ὁ ἀσεβέστατος καὶ παρανομώτατος [Αρσενις p. 7 l. 5· Λέοντος τοῦ Ἀμαληκίτου], τῶν ἁγίων ἐκκλησιῶν τὸν κόσμον ἀφαιρούμενος καὶ εἰς τὰς ἁγίας καὶ προσκυνητὰς ἐξυβρίζων εἰκόνας Χριστοῦ τοῦ θεοῦ ἡμῶν, ἃς καθ᾿ ὁμοιότητα τῆς ἐκ παρθένου ἁγίων αἱμάτων παρ᾿ αὐτοῦ προσληφθείσης σαρκὸς ἐψυχωμένης γράφειν καὶ σχετικῶς προσκυνεῖν ἡ ἀπ᾿ ἄκρων γῆς ἕως ἄκρων ἐκκλησία ἔκ τε τῶν ἁγίων ἀποστόλων καὶ τῶν θεοφόρων πατέρων παρέλαβεν.

12. τοῦ τοίνυν ἀλιτηρίου τούτου Λέοντος παραχωρήσει θεοῦ τῶν τῆς [p. 7] βασιλείας σκήπτρων κρατήσαντος, πόλεμος οὐχ ὁ τυχὼν κατὰ τῆς ἐκκλησίας ἐπανετείνετό τε καὶ διηγείρετο, μετὰ πολλῆς τῆς ἀσεβείας καὶ θερμοτάτης τῆς παρατάξεως πᾶσαν διασεῖσαι καὶ κατασῦραι φιλονεικοῦντος ψυχὴν ὀρθόδοξον καὶ φιλόθεον καὶ πᾶν εὐσεβείας ὑψούμενον κέρας καταβαλεῖν καὶ μηδενὸς ἥττων εἰς ἀσέβειαν ὀφθῆναι σπουδάζοντος. προυκαθέζετο τοίνυν λαμπρῶς μέγα τοῖς τεχνάσμασιν ἐπαιρόμενος καὶ κεραννὺς τῇ κακουργίᾳ τὴν ἐξουσίαν, καί τινας μὲν τῶν ἡμετέρων ἀγωνιστῶν ταῖς ἀπειλαῖς ἐκφοβῶν, τινὰς δὲ τιμωρούμενος ἀπανθρώπως, ἔστι δὲ οὓς καὶ κολακείαις πείθειν ἐπιχειρῶν καὶ τοὺς μὲν ὑπερορίᾳ καταδικάζων, τοὺς δὲ δόξῃ καὶ χρημάτων περιουσίᾳ πρὸς τὸ οἰκεῖον θέλημα φέρειν ἐπιχειρῶν, δίκην Πρωτέως πάντα γινόμενος πλὴν ἀληθείας· τούτων δὲ οὕτως ἐχόντων, οἱ μὲν ὑπέκυπτον, οἱ δ᾿ ἔφευγον, οἱ δὲ πλείστας ὑπομένοντες τὰς κολάσεις διὰ Χριστὸν τὸν τῆς νίκης ἐκομίσαντο στέφανον, τότε δὴ τότε καὶ ὁ θαυμαστὸς Ἀντώνιος προσενήνεκται καὶ τοῦ τυράννου πάσας μὲν μηχανὰς κινοῦντος πᾶν δὲ εἶδος ὑποδεικνύντος κολάσεως, αὐτὸς ἀπτόητος ἔμενε, ταῖς τῆς θεοπνεύστου γραφῆς μαρτυρίαις κατὰ τοῦ ἀσεβοῦς χρώμενος καὶ τὴν τούτου ψυχὴν ζόφου καὶ αἰσχύνης καὶ ταραχῆς ἐμπιπλῶν καὶ κωφὼν ἀποδεικνύων καὶ ἄλαλον· οὕτω γὰρ μετὰ παρρησίας πάσης τὴν ἀντίρρησιν ἐποιήσατο, ὡς πάντας τοὺς περιεστηκότας μὴ ἄλλο τι ἀκούειν ἀνέχεσθαι ἤ τὰ Ἀντωνίου ῥήματα. τοιάδε δὲ ἦν·

13. «ἔδει μέν, ὦ βασιλεῦ, ἀνθρώπους ὄντας ὑμᾶς ἀνθρώπινα καὶ λέγειν καὶ φρονεῖν καὶ ποιεῖν τοῖς οἰκείοις ὅροις ἐμμένοντας, καὶ μηδὲν μέγα φρονῆσαί ποτε ἢ φρονήσαντας ὑπὲρ ὃ δεῖ εὖ πάλιν ἐθέλειν φρονεῖν. ἐπεὶ δ᾿ ὁ τῇ φύσει τῶν ἀνθρώπων πολεμῶν ἀεὶ τύραννος τοσοῦτον ἔπνευσε καθ᾿ ὑμῶν, ὥστε καὶ κατὰ τῆς ἐκκλησίας ἔγνω δεῖν ὁμόσε χωρεῖν, τὴν ὑμετέραν γνώμην ὑποδυόμενος, καὶ ὃ πάλαι μῖσος κατὰ τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ὤδινεν νῦν ἐξενεγκεῖν πειρᾶται κατὰ τῆς σεπτῆς καὶ θείας εἰκόνος αὐτοῦ, σιωπᾶν μὲν ἡμᾶς καὶ μὴ κηρύττειν τὸν τῆς ἀληθείας λόγον (προδοσία τὸ πρᾶγμα σαφής), ἐπιχειρεῖν δὲ καὶ διδάσκειν καὶ παρακαλεῖν τὸν λαὸν ἐπὶ τὰ σωτήρια δόγματα καὶ θεῷ φίλον καὶ ἀγαθοῖς ἀνδράσι δοκοῦν καὶ τῇ κοινῇ πρέπον φύσει· ὁπότερον γὰρ ἔσται, περιέσται ἡμῖν μὴ φαύλοις καὶ εἶναι καὶ λέγεσθαι· εἰ μὲν γὰρ εὖ καὶ καλῶς καὶ κατὰ γνώμην ἀπαντήσει τὰ πράγματα, ἡ τῶν ἀνθρώπων σωτηρία κέρδος ἡμῖν· εἰ δ᾿, (ὃ μὴ γένοιτο), τό γε ἡμέτερον οὐκ ἀπόλωλεν.

ἡ τῶν σεπτῶν τοίνυν εἰκόνων προσκύνησις, ὦ βασιλεῦ, οὐ νῦν οὐδὲ χθὲς καὶ πρώην ἤρξατο τὴν ἀρχὴν λαμβάνειν, ἀλλ᾿ ἐπ᾿ αὐτῆς τῆς ἀρρήτου καὶ θαυμαστῆς τοῦ σωτῆρος οἰκονομίας καὶ αὐτὴ τὰς ἀρχὰς εἴληφεν. ἴσασι πάντες τὴν τῆς αἱμορροούσης χαλκῆν εἰκόνα, ἣν ἀνέθηκε τῷ μεγάλῳ θεῷ, χάριτας αὐτῷ τῆς θεραπείας ὁμολογοῦσα, τὸ τοῦ
[p. 8] σωτῆρος ἐν τῇ σινδόνι ἀχειροποίητον ἔργον, τὰς τῆς θεομήτορος εἰκόνας, τῷ Λουκᾷ μὲν ποιηθείσας, ὑπὸ δὲ τῆς ἐκκλησίας προσκυνουμένας, τὰ ἐκ τῶν εἰκόνων τοῖς πιστοῖς χεόμενα θαύματα, ἃ καὶ καταλέγειν ἔργον ἑστίν. μὴ τοίνυν πρὸς αὐτὸ τοὔνομα τῆς εἰκόνος ταράττου· οὐδὲ γὰρ διότι εἰκὼν ἀτιμαστέον ὑμῖν, μᾶλλον δὲ διὰ τοῦτο τιμητέον ὅσῃ σπουδῇ· οὐδὲ γὰρ εἰκόνας ὁρῶντες ἐναπομένομεν. πρὸς δὲ τὰ πρωτότυπα διαβαίνοντες τὸν νοῦν καλῶς ἀναπαύομεν· αὐτὸ γὰρ τοὔνομα οὐσίας μὲν οὐδαμῶς, ἑτέρου δέ τινος σύμβολον. καὶ εἰ βούλει μαθεῖν, εἰκὼν τῆς καινῆς ἡ παλαιὰ διαθήκη, τῶν ἐσομένων τὰ ὁρώμενα· κατ᾿ εἰκόνα θεοῦ ὁ ἄνθρωπος πέπλασται· τὰ ἐν τῷ θείῳ λουτρῷ τοῖς πιστοῖς τελούμενα εἰκόνα μυστηρίων τινῶν ἀπορρήτων ἡμῖν διαγγέλλουσιν· εἰκόσι καὶ παραβολαῖς ὁ σωτὴρ ἐχρῆτο ἐπ᾿ εὐεργεσίᾳ τῆς κοινῆς φύσεως· ὥστε οὐκ ἀτιμαστέον ἡμῖν τὰς εἰκόνας ἕως ἂν ὁ λογισμὸς ὑγιαίνῃ, καὶ μὴ πράγματα τὰς εἰκόνας ἀλλ᾿ εἰκόνας πραγμάτων αὐτὰς καλῶς λογιζώμεθα.

ὡδὶ δὲ ἄρα σκοπεῖν χρή· ἡ τῶν ὄντων φύσις διττήν τινα τὴν ἀκολουθίαν ἐξ ἀνάγκης ἀπαιτεῖ· καὶ τὴν μὲν καθ᾿ αὐτὸ καὶ ἄσχετον, τὴν δὲ μὴ καθ᾿ αὐτὸ καὶ ἐν σχέσει ἴσμεν καλεῖν. οὐκοῦν ἐπεὶ καὶ ἡ παρ᾿ ἡμῖν εἰκὼν τῶν ὄντων ἐστίν, δῆλον ὡς ἢ τῶν καθ᾿ αὐτὸ ἢ τῶν ἐν σχέσει θεωρουμένων ἐστίν. ἀλλ᾿ ὅτι μὲν οὐ τῶν καθ᾿ αὐτὸ, ἐντεῦθεν ἂν μάθοις· τὰ καθ᾿ αὐτὸ λεγόμενα οὐ μεθ᾿ ἑτέρων συνεισάγονται ἐξ ἀνάγκης οὐδὲ μεθ᾿ ἑτέρων ἀναιροῦνται· ἡ δὲ εἰκὼν τοῦτο πάσχουσα φαίνεται· τῶν γὰρ πρός τί ἐστι· τὰ δὲ πρός τι οὐ καθ᾿ αὐτὸ· συνάγεται ἐξ ἀνάγκης ἄρα τὴν εἰκόνα μὴ εἶναι τῶν καθ᾿ αὐτὸ· ἔτι ἡ μὲν εἰκών τινος καὶ ἔστι καὶ λέγεται (τῶν γὰρ πρός τι), τὰ δὲ καθ᾿ αὐτὸ οὐ τοιαῦτα· ἡ εἰκὼν ἄρα οὐκ ἔστι τῶν καθ᾿ αὐτὸ· ἔτι τὰ μὲν καθ᾿ αὐτὸ λεγόμενα ἐν αὐτοῖς τὸν νοῦν τῶν ὁρώντων ἵστησιν, ἡ δὴ εἰκὼν ἀπήρνηται τό τε τοιοῦτον καὶ πῶς τῶν καθ᾿ αὐτὸ ἂν εἴη. εἰ τοίνυν ἡ εἰκών, τῶν ὄντων οὖσα, οὐκ ἔστι τῶν καθ᾿ αὐτό, λείπεται ἄρα τῶν ἐν σχέσει εἶναι· ἐν σχέσει δὲ οὖσα, ἢ τῶν καθόλου καὶ ἀορίστως καὶ ἔστι καὶ λέγεται ἢ τῶν ἐν μέρει καὶ ὡρισμένως· καὶ τῶν καθόλου μὲν οὐδαμῶς· τὰ γὰρ ἐν σχέσει καὶ καθόλου καὶ ἁπλῶς τὰ καθόλου νῷ μόνον θεωρητά. ἣν δὲ ἡμεῖς εἰκόνα σέβομεν, οὐ νῷ αἰσθήσει δὲ καταλαμβάνεται· ἣν ἄρα εἰκόνα σέβομεν, οὐ τῶν καθόλου καὶ ἀορίστως· τῶν δ᾿ ἐν μέρει καὶ ὡρισμένων ἐστίν· τοιούτων δὲ οὖσα, καὶ πρός τινα τὴν ἀναφορὰν καὶ τὴν σχέσιν ἔχειν ἀνάγκη· πρὸς ὃν δὲ ταῦτ᾿ ἔχει, τούτου τὸ σχῆμα καὶ τὸ εἶδος καὶ τὸ χρῶμα παρίστησιν καὶ τὸν εἰς αὐτὴν ὁρῶντα πρὸς τὸν εἰκονιζόμενον ἀνάγκη διαβιβάζειν τὸν νοῦν.

εἰ τοίνυν αὕτη ποτὲ μὲν ἀνεσταυρωμένον εἰκονίζει τὸν κύριον, ποτὲ δὲ στέφανον ἐξ ἀκανθῶν περικείμενον, ποτὲ δὲ λόγχῃ κεντούμενον τὴν πλευράν (ταῦτα δὲ πάντα τοῦ σωτῆρός εἰσιν), ὡμολόγηται δὲ καὶ τὴν εἰκόνα πρὸς τὸν εἰκονιζόμενον ἀναφέρεσθαι· καὶ ἡμεῖς ἄρα τὴν θείαν εἰκόνα καὶ ὁρῶντες καὶ
[p. 9] προσκυνοῦντες πρὸς τὸν εἰκονιζόμενον διαβαίνομεν (πῶς οἴει) μετὰ πόθου λαμπροῦ· ὃ δὲ πρὸς ἐκεῖνον οὕτως ἀνάγει καὶ προσκυνεῖσθαι καὶ σέβεσθαι δίκαιον· προσκυνητὴ καὶ σεβάσμιος ἄρα ἡ θεία τοῦ σωτῆρος εἰκών.»

14. «ἔτι τὸ γινόμενον ἅπαν ἢ μάτην ἢ ἕνεκά του γίνεται καὶ παρὰ ταῦτα οὐδὲν ἀνάγκη· εἰ τοίνυν ἡ θεία εἰκὼν τῶν γινομένων ἐστί, πρόδηλον ὡς ἢ μάτην ἢ ἕνεκά του παρασκευάζεται· ἀλλ᾿ ὅτι μὲν οὐ μάτην, ἐκ τῶνδε δῆλον· τὰ μάτην πρὸς οὐδὲν τὴν ἀναφορὰν ἔχουσιν· ἡ δὲ εἰκὼν οὐ τοιαύτη· οὐκ ἔχει γὰρ τὸ μὴ πρὸς ἕτερον ἀναφέρεσθαι· οὐ μάτην ἄρα ἡ εἰκών· ἔτι ἡ μὲν εἰκὼν τοῦ εἰκονιζομένου τὸ εἶδος παρίστησιν, τὸ δὲ μάτην οὐ τοιοῦτον· ἡ εἰκὼν ἄρα οὐ μάτην· εἰ δὲ οὐ μάτην, ἕνεκά του <ἐστί>· τὸ δὲ ἕνεκά του ἢ τιμίου καὶ αἱρετοῦ καὶ ἀγαθοῦ γίνεται ἢ ἀτίμου καὶ κακοῦ καὶ φευκτοῦ ἢ οὐδετέρου· ἀλλ᾿ ὅτι μὲν οὔτε κακοῦ ἕνεκεν οὔτε οὐδετέρου παρ᾿ ἡμῶν γίνεται πᾶσι δῆλον· οὐ γὰρ εἰς τὸν δεῖνα ἢ τὸν δεῖνα αἰσχροὺς καὶ ἀκολάστους ἀνθρώπους ἢ καὶ μήτε ἀγαθοὺς μήτε κακοὺς τὴν ἀναφορὰν ἔχει, ἀλλὰ Χριστοῦ ἕνεκεν· οὗ μεῖζον ἀγαθὸν καὶ ἐννοῆσαι ἀσεβὲς καὶ ἀδύνατον· εἰ δὲ ἀγαθοῦ ἕνεκεν καὶ τούτου τοῦ μεγίστου, φανερὸν ὡς καὶ αὐτὴ ἀγαθή· ὥσπερ γὰρ τὰ κακοῦ ἕνεκεν γινόμενα ἐξ ἀνάγκης κακά, οὕτω καὶ τὰ τοῦ ἀγαθοῦ ἕνεκεν ἀγαθά· εἰ δέ τις τὸν λόγον ὡδὶ βιάζοιτο λέγων, Ϡοὐκ ἐξ ἀνάγκης τὰ τοῦ ἀγαθοῦ γινόμενα ἕνεκεν ἀγαθά· τοὐναντίον ὁμολογεῖν ἀνάγκη, τὰ τοῦ κακοῦ γινόμενα ἕνεκεν εἶναι τῶν ἀγαθῶν,Ϡ καὶ πῶς οὐ πάντα οἰχήσεται

ἔτι δὲ καὶ ὧδε δῆλον· ἡ παρ᾿ ἡμῖν προσκυνουμένη εἰκὼν πάντως ἕνεκα Χριστοῦ γίνεται· πᾶν δὲ τὸ ἕνεκά τινος γινόμενον ἢ συνίστησιν ἐκεῖνο οὗ χάριν παρείληπται, ἢ οὐ συνίστησι μὲν (μόνην δὲ μνήμην ἐμποιεῖ), ἢ ἔστιν ὅτε καὶ ὡς φθορᾶς παραλαμβάνεται πρόξενον· ἀλλ᾿ ὅτι μὲν ἡ παρ᾿ ἡμῖν εἰκὼν οὔτε συνίστησιν οὗ χάριν παρείληπται, οὔθ᾿ ὡς φθορᾶς αἰτία παρασκευάζεται, τοῖς καὶ ὁπωσοῦν τὸν νοῦν ὑγιαίνουσιν δῆλον· μνήμης ἄρα μόνης καὶ πόθου χάριν <ἐστί>· ταῦτα δὲ ἀγαθά· δέδεικται δ᾿ ὅτι καὶ ἀγαθή· καὶ ἀγαθὴ ἄρα καὶ ἀγαθοῦ χάριν <ἐστί>· εἰσὶ δὲ καὶ ἕτερ᾿ ἅττα Χριστοῦ γινόμενα ἕνεκεν καὶ ἀγαθὰ καὶ ἀγαθοῦ χάριν· τὰ δέ ἐστιν ἱερὰ λόγια, θεία τράπεζα, σταυρὸς <καὶ> τὰ παραπλήσια· εἰ δὴ ταῦτα ὡς ἀγαθὰ καὶ ἀγαθοῦ πρόξενα καὶ προσκυνοῦμεν καὶ σεβόμεθα καὶ τιμῶμεν, τίνος ἕνεκα μὴ καὶ τὰς εἰκόνας, καὶ ἀγαθὰς καὶ ἀγαθῶν οὔσας προξένους, μὴ προσκυνεῖσθαι καὶ σέβεσθαι δίκαιον εἰ γὰρ τοῖς ὁμοίοις ταῦτα δίδως, καὶ τοῖς ὁμοίοις ἀνάγκη· εἰκότως ἄρα ἡ ἐκκλησία ἐκ τῶν ἄνωθεν χρόνων ταῖς θείαις εἰκόσι τὴν τιμὴν καὶ τὴν προσκύνησιν ἀποδίδωσιν.

ἔτι δὲ καὶ ὧδε δῆλον· δύο τινῶν ἀγαθῶν ὄντων καὶ ἀγαθοῦ χάριν παρειλημμένων, εἰ τὸ ἧττον ἀγαθὸν προσκυνεῖν δίκαιον καὶ τὸ μᾶλλον· εἰ δὲ τὸ μᾶλλον οὐ προσκυνεῖσθαι δίκαιον, οὐδὲ τὸ ἧττον. πρόσεχε δή· ὡμολόγηται τοῦτον τὸν λόγον ἔχειν τὴν θείαν εἰκόνα πρὸς τὸν δεσπότην ὃν ὁ γεγραμμένος σταυρὸς <ἔχει?> πρὸς ὃν ὁ δεσπότης ἀνεσταυρώθη· εἰ τοίνυν, ὧν τὰ πρωτότυπα τιμιώτερα, τούτων καὶ αἱ εἰκόνες τιμιώτεραι δήπου, ὁ δὲ δεσπότης ὑπὲρ πᾶσαν
[p. 10] παραβολὴν τιμιώτερος τοῦ ζωοποιοῦ σταυροῦ· καὶ ἡ εἰκὼν ἄρα τοῦς δεσπότου τιμιωτέρα δήπου τοῦ εἰκονιζομένου σταυροῦ· εἰ δὲ τιμιωτέρα, καὶ μᾶλλον ἀγαθόν· εἰ δὲ τὸ ἧττον τίμιον καὶ ἧττον ἀγαθὸν καὶ προσκυνοῦμεν καὶ σεβόμεθα, οὐ πολλῳ μᾶλλον τὸ μᾶλλον ἀποδειχθὲν ἀγαθόν τε καὶ τίμιον ἔτι ἡ μὲν εἰκὼν αὐτοῦ τοῦ βασιλέως τὸν τύπον καὶ τὰ γνωρίσματα φέρει, ἡ δὲ εἰκὼν τοῦ σταυροῦ οὐ βασιλέως τύπον· βασιλικῆς δ᾿ ἐνεργείας δείκνυσι τύπους· εἰ δὲ αἱ οὐσίαι τῶν ἐνεργειῶν τιμιώτεραι, καὶ αἱ εἰκόνες τούτων ὡσαύτως· εἰ δὲ τοῦτο (προσκυνοῦμεν δὲ τὸν γεγραμμένον σταυρόν), πολλῷ μᾶλλον προσκυνεῖσθαι δίκαιον τὴν θείαν τοῦ σωτῆρος εἰκόνα· εἰ γὰρ τὸ ἧττον, καὶ τὸ μᾶλλον ἐξ ἀνάγκης· ἔτι οὐ διὰ τὸ ἀνασταυρωθῆναι κατελήλυθε προηγουμένως ὁ θεάνθρωπος λόγος ἐπὶ τῆς γῆς, ἀλλὰ διὰ τὸν ἄνθρωπον· ὁ γὰρ σταυρὸς διὰ τὸν ἄνθρωπον· εἰ τοίνυν ἡ μὲν εἰκὼν τὸν τοῦ σωτῆρος ἀνθρώπινον φέρει τύπον (ὁ σταυρὸς δὲ κατὰ δεύτερον λόγον, προσκυνοῦμεν δὲ τὸν τοῦ σταυροῦ τύπον), πῶς οὐ τιμητέον ἐστὶ καὶ τὴν θείαν τοῦ σωτῆρος εἰκόνα»

15. «προσκυνοῦμεν τοίνυν τὸν κύριον ἡμῶν καὶ θεὸν ἐν εἰκόνι περιγραπτὸν κατὰ τὸ ἀνθρώπινον οὐ προσκύνησιν ἐξῃρημένην καὶ πάντων ἐπέκεινα, ἣν καὶ λατρείαν προσαγορεύομεν, ἣ μόνῳ προσήκει τῷ πάντων θεῷ σὺν τῷ μονογενεῖ λόγῳ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ πνεύματι, ὡς ἔχει τὸ ἐν τοῖς θείοις εὐαγγελίοις ἐκεῖνο· Ϡπνεῦμα ὁ θεὸς καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν·Ϡ οὐδὲ τοιαύτην καθ᾿ ἣν καὶ βασιλέας προσκυνοῦμεν καὶ τυράννους, τοὺς μὲν διὰ τὸ ἀξίωμα καὶ τοὺς νόμους, τοὺς δ᾿ ἀκουσίως διὰ τὰς βίας καὶ τὰ δεινά· οὐ μὴν οὐδὲ τοιαύτην καθ᾿ ἣν ἀλλήλους εἰώθαμεν προσκυνεῖν, φιλίαν καὶ ὁμόνοιαν ἀλλήλοις προμνώμενοι, σχετικὴν δὲ μᾶλλον ἐκ πόθου καὶ πίστεως προϊοῦσαν διὰ τὴν πρὸς τὸ πρωτότυπον ἀναφορὰν καὶ ὁμοίωσιν· οὕτω καὶ τὰ ἱερὰ προσκυνοῦμεν λόγια καὶ σκεύη θεῖα καὶ σταυρὸν καὶ μαρτύρων θήκας καὶ ἀποστόλων καὶ εἰκόνας τούτων καὶ σωμάτων λείψανα.

τούτων δὲ οὕτως ἐχόντων, ὦ βασιλεῦ, γνῶθι τὸν ἀληθῆ βασιλέα· γνῶθι πρὸς τίνα παρατάττῃ, κατὰ τίνος πόλεμον ἀκήρυκτον ἀπειλεῖς· οὐκ αἰδῇ τὸ τίμιον αἱμα ὃ τὴν οἰκουμένην ἐκάθηρε, τὰ θαύματα, τὸν σταυρόν, τὰ τρόπαια δι᾿ ὧν κατήργηται θάνατος καὶ ᾅδης ἐσκύλευται καὶ ὄφις νενέκρωται καὶ ἡμεῖς ζωῆς ἠξιώθημεν ἐπὶ τὸν λίθον τὸν ἀκρογωνιαῖον ἡ ἐκκλησία τεθεμελίωται· ὅς ἐστι Χριστὸς Ἰησοῦς. εἰ δὲ πύλαι ᾅδου ταύτης οὐ κατισχύσουσι, σχολῇ γε σύ, βασιλεῦ, ἄνθρωπος ὢν καὶ σάρκα καὶ δέρμα καὶ ὀστᾶ, ὥς φησιν ὁ θεῖος Ἰώβ, περικείμενος· ἡ γὰρ σὴ δόξα καὶ δύναμις ὡς ἄνθος χόρτου· ὁ ἥλιος ἀνέτειλεν, καὶ ὁ χόρτος ἐξηράνθη καὶ τὸ ἄνθος ἐξέπεσεν· ἔχεις ἀρκοῦντα τὸν λόγον, ὦ βασιλεῦ· πρὸς ταῦτα αἱροῦ ὁπότερον βούλει· καὶ ἢ μετὰ τῆς ἁγίας ἀποστολικῆς ἐκκλησίας στῆθι καὶ τὸν κόσμον τῇ ἐκκλησίᾳ ἀπόδος ἢ τοῦ γε λοιποῦ καὶ πῦρ καὶ ξίφη καὶ δεσμὰ καὶ
[p. 11] φυγαὶ καὶ πάντα δεινὰ ἔστωσαν ἕτοιμα καθ᾿ ἡμῶν· ἡμᾶς γὰρ οὐ δεδίττονται ταῦτα· τὸ γὰρ πολίτευμα ἡμῶν ἐν τοῖς οὐρανοῖς· ταῦτα δὲ εἰ καὶ φοβερὰ ἀλλ᾿ ἡδέα ἡμῖν, πρὸς τὸν ποθούμενον παραπέμποντα.»
16. ταῦτα τοῦ μακαρίου διεξιόντος, θάρσος μὲν ἐλάμβανον τῶν εὐσεβούντων τὸ πλῆθος· αἰσχύνης δὲ ἐπληροῦντο τὸ ἑτερόδοξον ἅπαν· προθυμουμένου τοίνυν καὶ ἕτερα πλείω προσθεῖναι τοῖς εἰρημένοις, ὁ δὲ οὐκ ἐβούλετο, ἀλλὰ τοὺς μετέχοντας ζωῆς λόγους ἐκείνους τιμωρίαις ἀμείψεσθαι δεῖν ἐγνώκει· καὶ δὴ καὶ εἰς ἔργον ἐχώρει·
μάστιξι γὰρ καταξάνας τὸ ἱερὸν σῶμα ἐκεῖνο καὶ μυρίᾳ περιβαλὼν αἰσχύνῃ, τέλος φυγῇ καταδικάζει τὸν μέγαν. ὁ δὲ ἐξῄει τοῦ σταδίου λαμπρῶς, λαμπρὰ τῆς νίκης ἐπὶ τοῦ προσώπου φέρων τὰ σύμβολα· τοσοῦτον γὰρ αὐτὸν ἐπὶ κόρρης ἀπηνῶς ἐπάταξαν, ὡς ἐξ ἐκείνου ἀεὶ λημῶντας ἔχειν τοὺς ὀφθαλμούς. [Αρσενις p. 10 l. 18-25· καὶ ὁ μὲν λαμπρῶς ἐξῄει τοῦ σκάμματος, λαμπρὰ τῆς νίκης ἐπὶ τοῦ προσώπου φέρων σύμβολα· τοσοῦτον γὰρ αὐτὸν τοῖς ἐπὶ κόρρης ῥαπίσμασιν ἀνηλεῶς ἔτυψαν, ὡς καὶ τοὺς ὀφθαλμοὺς ἔκτοτε λημῶντας κεκτῆσθαι, τῇ ἀμετρίᾳ τῶν κρουσμάτων δεινῶς τῆς κεφαλῆς συνταραχθείσης τοῦ μάκαρος. ὁ δὲ σκυθρωπὸν καὶ ὑφειμένον εἶχε τὸ πρόσωπον, καὶ πελιδνὰ ἐκείνου τὰ ὄμματα, βεβακχευμένα δικαίου ἐξ αἵματος καὶ τῷ ζόφῳ τῆς μανίας τυφλώττοντα] ἐστέλλετο τοίνυν ἐπὶ τὴν ἐξορίαν ὁ Ἀντώνιος καὶ στελλόμενος οὐδὲν ἕτερον ἑαυτῷ καὶ πᾶσιν ἔλεγεν ἢ Ϡτοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.Ϡ ὅτε δὲ εἰς τὸν τῆς ὑπερορίας τόπον ἀφίκετο, τί δεῖ λέγειν, ὁπόσας αἰκίας ὑπέμεινεν ὁ γενναῖος ἐκεῖνος καὶ παντὸς ἀδάμαντος στερροτέραν κεκτημένος τὴν γνώμην οὐδὲ γὰρ ἂν εὕροιμι λόγους ἐφαμίλλους τοῖς πράγμασιν, ἁπάσης ἡττωμένης γλώττης τῆς τῶν πραγμάτων ἀληθείας.

17. τοῦ δὲ θηριωνύμου βασιλέως ἐκείνου τὸν βίον ἀπολιπόντος [Αρσενις p. 10 l. 33-35· σκαιὸν δὲ τοῦ Λέοντος ἐκείνου τοῦ θηριωνύμου βαρβάρου οἴσαντος μόρον· καὶ γὰρ ἀξίως τῆς ἑαυτοῦ τυραννίδος σκαιωρηθεὶς κακῶς τοῦ ζῆν ἀπερρύη], ὁ τούτου τὴν βασιλείαν διαδεξάμενος Μιχαὴλ ἐκ τῆς ὑπερορίας τὸν ὅσιον μεταπέμπεται· [Αρσενις p. 10-11 l. 36-39; 1-12· οἴκοι μένειν ἐγκελευσάμενος ἤρεμον· ᾐδεῖτο γὰρ αὐτοῦ τὸ εὐσταθὲς καὶ αἰδέσιμον. ὁ δέ γε μᾶλλον ἢ πρότερον τοὺς πιστοὺς ἐπεστήριζεν, «στῆτε» λέγων «ἀνδρείως πρὸς τοὺς ἀγῶνας, καὶ ὁ σὺν τῷ πειρασμῷ ποιῶν καὶ τὴν ἔκβασιν θᾶττον ἡμᾶς τῆς τοῦ ἀρχεκάκου δαίμονος κακίας ἐλευθερώσειεν, καὶ τὰ αὐτοῦ σκῶλά τε καὶ προσκόμματα εἰς οὐδὲν θήσειεν, καὶ εἰς λάκκον, ὃν ὤρυξαν οἱ κατὰ Χριστὸν καὶ ἡμᾶς μισήσαντες, ἐμπεσοῦνται ταχύτατα.» καὶ τί δὴ πολλὰ λέγω τοῦ τῆς αἱρέσεως δεινοῦ χειμῶνος λωφήσαντος καὶ τοῦ τῆς ἀμωμήτου τῶν ὀρθοδόξων πίστεως ἔαρος ἀναλάμψαντος ὁ τρισμακάριος οὗτος Ἀντώνιος τῆς καθ᾿ ἡμᾶς τῶν Θεσσαλονικέων περιφανεστάτης πόλεως ψήφῳ συνοδικῇ τὸν τῆς ἀρχιερωσύνης θρόνον ἐδέξατο, τῶν ἑαυτοῦ μεγίστων πόνων καὶ τῆς ἱερᾶς καὶ αἰδεσίμου Ἀβραμιαίας πολιτέιας ἄξιον γέρας τὴν τοῦ θρόνου περιφάνειαν κληρωσάμενος· ενδ Αρσενις ινσερτ] καὶ συνόδου καθολικῆς γεγενημένης καὶ τῶν ἑτεροδόξων ἁπάντων τῷ ἀναθέματι καθυποβληθέντων, διὰ πάντων ὁ μέγας ἐκεῖνος διέλαμπεν ὥσπερ ἀστήρ, ψήφῳ δὲ βασιλέως καὶ τῆς ἐκκλησίας ἁπάσης τὴν ἡμετέραν λαγχάνει μητρόπολιν Θεσσαλονίκην (ἅπαντες ἴστε τὴν τῶν ἑσπερίων μητέρα), ἆθλον τῆς ἑαυτοῦ εὐσεβείας καὶ τῶν μεγίστων πόνων τὴν ἱεραρχίαν ταύτην ἐγχειρισθείς. ὀλίγον δὲ χρόνον ἐπιβιοὺς καὶ θαυμαστῶς ἰθύνας τὸ ποίμνιον, πρὸς τὸν ποθούμενον ἐκδημεῖ· ἱστορεῖται περὶ τούτου τοῦ Ἀντωνίου, ὅτι τὴν ἱεραρχίαν τῆς Θεσσαλονίκης δεξάμενος ἅπαξ μόνον προσέφερε τὴν λογικὴν θυσίαν θεῷ. ὀλίγου δὲ παρερρυηκότος χρόνου πρὸς τὸν θεὸν ἐξεδήμησεν, δευτέραν τοῦ νοεμβρίου μηνὸς ἄγοντος. [Αρσενις p. 11 l. 13-19· ... τῇ δευτέρᾳ τοῦ νοεμβρίου τῆς ἑβδόμης ἰνδικτιῶνος. λέγεται δὲ μήτε τὴν ἀναίμακτον προσφορὰν ἤ τινα χειροτονίαν ἤ τι τῶν ὅσα σύνηθες τοῖς ἀρχιερεῦσι τελεῖν ἐν τῇ Θεσσαλονικέων ἐπιτελέσαι πόλει, ἕνα δὲ μόνον χειροτονῆσαι κληρικόν· ὃν ἀσυγκρίτῳ πίστει πρὸς τὸν κεχειροτονηκότα κινούμενοι οἱ τῆς καθ᾿ ἡμᾶς ἐκκλησίας ἀκρότητος τῷ ἐπωνύμῳ τοῦ κεχειροτονηκότος παρωνύμως ὠνόμασαν, εἰς μνήμην αἰωνίαν, ὡς ἐγῷμαι, ἔχειν τοῦτο γλιχόμενοι.]

18. τὸ γοῦν πανάγιον καὶ ἀθλητικώτατον αὐτοῦ σῶμα ἐνδόξως κηδεύσαντες κατέθεντο ἐν τοῖς λαιοῖς μέρεσι τοῦ θείου ναοῦ τοῦ πανενδόξου μάρτυρος Δημητρίου ἐν τῷ ἐκεῖ ὄντι ναῷ τοῦ ἐν γεννητοῖς γυναικῶν ὑπὲρ ἅπαντας προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου· ὅπερ δὴ σῶμα μέχρι τοῦ νῦν Χριστὸς ὁ θεὸς ἡμῶν εἰς δόξαν αὐτοῦ διαφυλάττει σῶον καὶ ἀδιάλυτον· δι᾿ οὗ καὶ πλείστας ἰάσεις ὁ τῶν ἀγαθῶν εὐεργέτης δίδωσι κύριος τοῖς πιστῶς αὐτῷ προσιοῦσιν. καὶ τοῦτο καὶ αὐτὸς ἐγὼ τεθέαμαι ὁ ἀνάξιος. μετὰ γὰρ τεσσαράκοντα καὶ ἓξ ἔτη τῆς αὐτοῦ πρὸς κύριον ἐκδημίας, ἑτέρου ἡμῶν προέδρου τὸν βίον
[p. 12] ἀπολιπόντος, καὶ ἐν τῷ τάφῳ τοῦ Ἀντωνίου κἀκεῖνον καταθέσθαι θελήσαντες, εὕρομεν τὸ πανάγιον Ἀντωνίου σῶμα μεθ᾿ ὧν ἐκεκόσμητο ἀρχιερατικῶν ἐνδυμάτων σχεδὸν ἅπαν σῶον, ἀμείωτον, ὑγιές [Αρσενις p. 11 l. 32-33· ὡς δείκνυσθαι, ποῦ μὲν οἱ τοῦ ὠμοφορίου τίμιοι σταυροὶ καὶ εἴ τί γε ἄλλο τῆς ἀρχιερατικῆς στολῆς γνώρισμα ἐτύγχανεν.]
19. ἀλλὰ περὶ μὲν τούτων ἅλις. [Αρσενις p. 11-12 l. 36-39; 1· δεῖ δέ, ἐπεὶ μικρόν τι τῆς νύσσης οἷά τις πῶλος παρεξῆλθεν ὁ λόγος τοῖς Ἀντωνίου ἐπαίνοις συναρπάσας τὸν λέγοντα, αὖθις ἐπανελθεῖν καὶ καθ᾿ εἱρμὸν τῷ ἁπλῷ τῆς ἱστορίας διελθεῖν, ἐμφαίνοντα τοὺς ἀσκητικοὺς ἀγῶνας, οὓς ἐν τῷ κοινοβιακῷ σκάμματι ἡ μακαρία ἐναθλοῦσα ἐτέλεσεν.] τοῦ δὲ προκειμένου σκοποῦ ὁ λόγος τῆς ἱστορίας πάλιν ἁπτέσθω καὶ Θεοδώραν καὶ τὰ τῆς Θεοδώρας ζητείτω παλαίσματα. τοῦ τῆς ὁσίας τοίνυν ἀνδρὸς τῶν ὧδε ἀπαλλαγέντος (ὀλίγον γὰρ ἐπεβίω χρόνον μετὰ τὴν τῆς παιδὸς ἀπόκαρσιν), ἡ μακαρία Θεοδώρα τὰ ἐπιτάφια ὁσίως καὶ θεοφιλῶς τελέσασα [Αρσενις p. 12 l. 4· τὰ τρίτα καὶ ἔννατα τοῦ ἀνδρὸς οἴκοι τέλεσασα], μετὰ δεκάτην ἡμέραν τοῖς τοῦ κόσμου πᾶσι χαίρειν εἰποῦσα καὶ τὴν τοῦ ἀνδρὸς ἐρημίαν ἕρμαιον τοῦ ποθουμένου λαβοῦσα, ὃν πάλαι ὤδινε πόθον τῆς μοναδικῆς πολιτείας, τότε δὴ τότε καὶ εἰς τέλος ἤγαγεν· καὶ τὸ δὴ μέγιστον, ὅτε ὁ τῶν παθῶν ἐγείρεται πόλεμος καὶ τὸ τῆς ἐπιθυμίας ζέει κλυδώνιον, τότε τὸν λογισμὸν ἐπεθύμησεν αὐτοκράτορα τῶν παθῶν καταστήσασθαι· πέμπτον γὰρ καὶ εἰκοστὸν ἔτος τῇ μακαρίᾳ ἤγετο, ὅτε ταῦτα ἐγίνετο. τὴν σιδηρᾶν τῆς χηρείας κάμινον τοίνυν καὶ αὐτὴ διελθοῦσα χάριτας ὡμολόγει τῷ πάντων θεῷ, ὅτι μὴ καὶ αὐτὸς ταῖς τῶν Ἰσμαηλιτῶν παρεδόθη χερσὶν μηδὲ χειρὸς ἀσεβοῦς ἔργον ἐγένετο, ἀλλὰ ταῖς αὐτῆς χερσὶν οὐκ ἀηδῶς ἐναπέψυξεν.

20. [Αρσενις p. 12 l. 19-20· τοιγαροῦν, καθάπερ ἔφθην εἰπών, τελέσασα τὰ τοῦ καλλίστου ἐκείνου ἀνδρὸς τρίτα καὶ ἔννατα] διελομένη δὲ τὰ ὄντα αὐτῇ τριχῇ, μίαν ἀπόμοιραν τοῖς πένησιν ἔδωκεν ὑπὲρ σωτηρίας τοῦ ἀνδρὸς αὐτῆς, αὐτὴ δὲ προσδρομεῖν ἐγνώκει τῇ συγγενίδι Ἄννῃ, τῇ πολλοὺς μὲν ἀγῶνας ὑπὲρ τῆς ἐκκλησίας διενεγκούσῃ, καλὸν δὲ καὶ θαυμαστὸν ἀπενεγκαμένῃ τῆς ὁμολογίας τὸν στέφανον. [Αρσενις p. 12 l. 25-26· δορυφόρου τινὸς τοῦ τυραννοῦντος οὐ μικρῶς αὐτὴν ἀνιάσαντος, ὃν καὶ Χοιροσφάκτην ὠνόμαζον.] καὶ δὴ καταλαβοῦσα τὸ μοναστήριον, ἐν ᾧ τὰς διατριβὰς ἡ θαυμαστὴ ἐκείνη ἐποιεῖτο γυνὴ (τὸ δὲ ἦν εἰς ὄνομα τιμώμενον Στεφάνου τοῦ πρωτομάρτυρος), ἅμα καὶ τρεῖς ἐπαγομένη θεραπαινίδας, ἑκατὸν μὲν χρυσοῦς [Αρσενις p. 12 l. 28· ἑκατὸν ἐν χαράγματι χρυσοῦς] καὶ τὴν ἄλλην περιουσίαν ἅπασαν φέρουσα δίδωσι τῇ μονῇ· αὐτὴ δὲ τῶν ποδῶν λαβομένη τῆς Ἄννης, ἣ δὴ καὶ τῆς μονῆς ἐξηγεῖτο· «ἐλέησόν με, μῆτερ» ἐβόα «τὴν δεινῶς χειμαζομένην ταῖς αὔραις τοῦ βίου τούτου τοῦ δυστυχοῦς. ἡ χηρεία ἐυπρόσωπος αἰτία ἐμοί· μὴ τοίνυν ἀποπεμφθείην, θεοῦ δὲ δίδοντος τύχοιμι τοῦ ἀγγελικοῦ καὶ θείου σχήματος. πρότερον μὲν τὴν ἐμὴν ἀνέθηκα παῖδα θεῷ, νυνὶ δὲ καὶ ἐμαυτὴν παρατίθημι. ποίησον ἔλεος μετ᾿ ἐμοῦ.»

21. ἡ δὲ ἁγία ἐκείνη γυνὴ ταύτην ἀναστήσασα ἔφη· «αἷμα ἐμόν σε καὶ τέκνον ὑπάρχουσαν πῶς οὐ προσδέξομαι καὶ ὡς οἰκεῖον καταφιλήσω μέλος, καὶ ταῦτα τὴν προτέραν [Αρσενις p. 12 l. 39· ἐκ σπαργάνων] σου διαγωγὴν εἰδυῖα καλῶς ἀλλὰ τῷ τῶν μοναζουσῶν εὐθύς σε συντάξαι χορῷ οὐ συμφέρον ἔμοιγε εἶναι δοκεῖ· δέδοικα γὰρ τὸ τῆς ἡμετέρας φύσεως ἄστατον καὶ τρεπτόν, καὶ μάλιστα νῦν ἐπὶ σοί, ὅτε καὶ τὸ τῆς χηρείας πάθος ἔτι ζέον ἐστί, μή πως τοῦ πάθους μαρανθέντος μετάνοιά τις ἐγγένηταί σοι, τοῦ μισοκάλου μεσιτεύοντος δαίμονος. ἐπίμεινον οὖν ἐν τῷ
[p. 13] μοναστηρίῳ μικρὸν καὶ χρόνου παρελθόντος ὀλίγου, θεοῦ θέλοντος, ἕχεις με σύμβουλον εἰς τοῦτο καὶ συνεργόν.» τῆς δὲ Θεοδώρας ὑπολαβούσης, «εἰ μὴ καὶ αὐτὴ παρὰ σοῦ ἐγγραφείην κατά γε τὸ νῦν τῷ χορῷ τῶν μοναζουσῶν, ἴσθι λόγον ἀποδώσουσα ἐν τῇ φρικτῇ τῆς κοινῆς ἀπολογίας ἡμέρᾳ,» ἤρξατο τὸν κατηχητικὸν λόγον ἡ Ἄννα· «βλέπε λοιπόν,» λέγουσα «τέκνον, τίνι προσέρχῃ δουλεύσουσα· σκόπει μὴ πάλιν στραφῇς ἐπὶ τὸν ἴδιον ἔμετον καὶ ἀγαπήσῃς τὰ τοῦ κόσμου δοκοῦντα πάλιν τερπνὰ καὶ γένηταί σοι τὰ ἔσχατα τῶν πρώτων χείρονα· βλέπε, τέκνον, τί ἐν τοῖς εὐαγγελίοις ὁ κύριος λέγει· Ϡεἴ τις οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος· καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ οὗτος σώσει αὐτήν.Ϡ Ϡἀνδρίζου οὖν, καὶ κραταιούσθω ἡ καρδία σου, τέκνον, καὶ ὑπόμεινονϠ διὰ τὸν Χριστὸν· Ϡοὐ γάρ ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας,Ϡ καθὼς τὸ στόμα Χριστοῦ, ὁ μέγας Παῦλος, φησίν.» τούτοις οὖν καὶ ἑτέροις πλείστοις αὐτὴν κατηχήσασα, λέγει τῇ Θεοδώρᾳ δοῦναι τῷ ἱερεῖ τὴν ψαλίδα· καὶ δοῦσα τὴν κόμην κείρεται· καὶ ἐνδυσαμένης τὸ τίμιον καὶ ἅγιον σχῆμα τῶν μοναχῶν, μετωνόμασεν αὐτὴν ἡ μεγάλη Θεοδώραν.

22. οὐκ ἐπαύετο δὲ ἡ θαυμασία ἐκείνη γυνὴ καθ᾿ ἑκάστην αὐτὴν διδάσκουσα, νουθετοῦσα, εἰς τοὺς ἀσκητικοὺς ἐπαλείφουσα δρόμους· ἐδεδοίκει γὰρ περὶ αὐτῆς, ὅτι νέα καὶ ἀγαθὴ τὴν ὄψιν ἐτύγχανεν οὖσα, μή πως ὁ τοῖς ἀγαθοῖς βασκαίνων διάβολος ὑποκλέψῃ ταύτης τὰ κατὰ θεὸν διαβήματα· ἔχαιρε δὲ πάλιν, ἐκ νηπίου τὸν βίον αὐτῆς ἀκριβῶς γίνωσκουσα· νηστείαις γὰρ καὶ προσευχαῖς ἐξαρχῆς χαίρουσα ἦν καὶ ὥσπερ αὐτῇ τὸ ἀναπνεῖν οὕτω καὶ τὸ νηστεύειν χρήσιμον ἦν· ὑπὸ δὲ πολλοῦ τοῦ ἔθος καὶ ἀπόνως ταύτην διήνυε τὴν ὁδόν. ἐπιθυμοῦσα δὲ παρατεῖναι ταύτην καὶ μὴ τολμῶσα (ἐδεδοίκει γὰρ τὴν καθηγουμένην), ἅμα μὲν ἀποτρόπαιον κρίνουσα καί τι τῶν ἀγαθῶν προελέσθαι δίχα γνώμης αὐτῆς, ἅμα δὲ ἵνα μὴ σκανδάλου πρόφασις ταῖς ἀδελφαῖς γένηται, καταλυομένου τοῦ κανόνος, ἐκάθητο μὲν μετὰ τῶν ἀδελφῶν ἐν τῇ τραπέζῃ καὶ ἥπτετό τινος βραχέος πάνυ, συγχωρούσης δὲ τῆς μεγάλης καὶ ἑβδομάδας ὅλας διετέλει νηστεύουσα κεκρυμμένως ὅσῃ σπουδῇ [Αρσενις p. 13 36-37· ἔμενεν δὲ παρὰ μικρὸν νῆστις· καὶ πολλάκις πᾶσαν τὴν ἑβδομάδα οὐδὲ ὕδατος ἐγεύετο.]. ὁρῶσα δὲ ἡ μεγάλη τὴν τῆς Θεοδώρας σπουδὴν καὶ τὴν ἄκραν ταπείνωσιν [Αρσενις p. 13 l. 38-39· ἀλλ᾿ οὐκ ἀπὸ σκοποῦ τῆς προεστώσης μέχρι πολλοῦ τοῦτο διετελεῖτο], οὐδὲ ἐν τοῖς εὐτελέσι καὶ νομιζομένοις μικροῖς ἀνεξέταστον παρέτρεχε ταύτην, ἀλλὰ καὶ τούτων ἀπῄτει λόγους καὶ ἀνάγκας προσῆγεν καὶ παρῄνει νύκτωρ καὶ μεθ᾿ ἡμέραν τὰς πράξεις, τὰς ἐνθυμήσεις, τοὺς λόγους, τὰς κινήσεις, πάντα ἀποκαλύπτειν αὐτῇ καὶ μηδὲν ἔχειν ἀπόρρητον μηδὲ βούλεσθαι πράττειν μηδὲν ἄπο [λεγε· ἀπὸ?] γνώμης αὐτῆς.

[p. 14]

23. ὅθεν ἡνίκα καὶ προσέβαλε ταύτῃ ὁ πονηρὸς τοῖς ἀκαθάρτοις τῶν λογισμῶν ἐκταράττων, εὐχῇ διηνεκεῖ καὶ ἐξαγορεύσει καὶ μνήμῃ τῶν αἰωνίων κολάσεων τὰ τοῦ πονηροῦ διέλυε μηχανήματα, τοῦτο κατὰ νοῦν ἀεὶ στρέφουσα, ὡς οὐ χρὴ χριστιανὸν ὅλως καὶ μάλιστα τοὺς ἀποταξαμένους τῷ κόσμῳ [Αρσενις p. 14 l. 10· τῷ σατανᾷ] λογισμοῖς ἀκαθάρτοις μολύνεσθαι· ϠἅγιοιϠ γάρ φησιν ὁ θεός Ϡἔσεσθε, ὅτι καὶ ἐγὼ ἅγιός εἰμι.Ϡ τοῦτο δὲ αὐτῇ προσεγένετο ῥᾷστα ἐκ τοῦ μηδὲν κατωρθωκέναι λογίζεσθαι μηδ᾿ ἐπαίρεσθαι μηδαμῶς, ἀλλὰ μᾶλλον τάλαιναν ἑαυτὴν καλεῖν καὶ ὑποταγῆς πάσης ἄμοιρον. διὰ τοῦτο καὶ ἀχρεῖον δοῦλον ἑαυτὴν ὠνόμαζεν οὐ Θεοῦ μόνον, ἀλλά γε δὴ καὶ τῶν ἀδελφῶν· καὶ διετέλει νῦν μὲν ἀλήθουσα καὶ ταῖς οἰκείαις χερσὶ τὸν ἄρτον ἐργαζομένη, νῦν δὲ τὰ μαγείρων ἐπιδεικνυμένη, καὶ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ τὴν ἄλλην ἅπασαν ἀναδεχομένη φροντίδα, ἐπὶ τὴν ἀγορὰν ἐξιοῦσα [Αρσενις p. 14 l. 20· καὶ ἔξω μακράν που τῆς πόλεως διὰ τὴν τῶν ὠνίων εὐθηνίαν] καὶ φορτίον ξύλων δυσβάστακτον ἐπὶ τῶν ὤμων φέρουσα καὶ διὰ τῆς ἀγορᾶς βαδίζουσα· [Αρσενις p. 14 l. 22· ἐνίοτε δὲ καὶ τὴν ἐπωμίδα ἄνω διάρασα, ἐν ἀυτῇ τὰ τοιαῦτα ἐβάσταζε] καὶ εἴ ποτέ τις τῶν εἰδότων, ὅθεν αὐτή, ὑπαντήσας προσεῖπε ἢ λόγοις ἠμύνατο ὡς εἰς οὐδὲν τιθεμένῃ τὴν ἑαυτῆς εὐγένειαν, [Αρσενις p. 14λ. 24-25· ... ὑπαντήσας ἐφθέγξατο, «ἵνα τί ἑαυτῆς ἐξουδενεῖς τὴν εὐγένειαν»], ἡ δὲ οὐδὲ προσεῖχεν ὅλως τὸν νοῦν, ἀλλ᾿ οὐδὲ τοῖς ὠσὶν ἀκοῦσαι ὅλως ἠνείχετο, μονονουχὶ τὴν ἑαυτῆς προθυμίαν κανόνα προδεικνῦσα πᾶσι τοῖς βουλομένοις σῴζεσθαι. [Αρσενις p. 14 l. 2728· μᾶλλον δὲ ἀπαρατηρήτως τοῖς πᾶσιν ἐπὶ διακονίᾳ ἐξιοῦσα πάντοτε καὶ ἐν παντὶ κατὰ τὴν τῆς διακονίας χρείαν συνανεμίσγετο] οὕτω τῆς τοῦ κόσμου ἡ μακαρία κατεφρόνει τιμῆς καὶ οὕτω τὴν σάρκα σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις ἐνέκρωσεν.

24. ἐπεὶ δὲ τοῦ κυρίου ἀκήκοε λέγοντος, Ϡἐρευνᾶτε τὰς γραφάς,Ϡ τῆς μεγάλης ἐπιτρεψάσης, τὴν τῆς ἐκκλησίας φροντίδα ἀσμένως καὶ μεθ᾿ ὅσης τῆς προθυμίας δέχεται· ἐβούλετο γὰρ μὴ μόνον τὸ σῶμα τοῖς ἔξωθεν κατατρύχειν ἀνιαροῖς ἀλλὰ καὶ τὴν ψυχὴν τῇ μελέτῃ τῶν θείων γραφῶν ἑστιᾶν· ἐν τῷ νόμῳ γὰρ κυρίου ἔθετο τὸ θέλημα αὐτῆς καὶ ἡ μελέτη αὐτῆς διὰ παντὸς ἡμέρας καὶ νυκτὸς μετ᾿ αὐτοῦ. ὅθεν καὶ ἀνεδείχθη ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ἐν καιρῷ τὸν πρόσφορον ἀποδιδοῦσα καρπόν· πολλῶν γὰρ ἐντολῶν οὐσῶν, δι᾿ ὧν ψυχὴ καθαίρεται καὶ πρὸς τὸ πρωτότυπον ἐπανέρχεται, πρὸς οὐδεμίαν διέκειτο ἀμελῶς, ἀλλ᾿ οὕτω πάσας, ὡς οὐδὲ μίαν ἕτερος, διανύουσα ἦν· ἐξαιρέτως δὲ ταῖς δυσὶν ἐντολαῖς συνέζευξεν ἑαυτήν, ἐξ ὧν ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται.

25. ὁ δὲ τοῖς ἀγαθοῖς βασκαίνων διάβολος, ὁρῶν αὐτὴν ταῖς κατὰ μικρὸν αὐξομένην προσθήκαις, τοῦ συνήθους οὐκ ἠμέλησε προσωπείου· ὑποδὺς δὲ τοὺς τῆς φύσεως νόμους, ὑποβάλλει τῇ Θεοδώρᾳ περιπαθῶς περὶ τὴν παῖδα διακεῖσθαι τὴν ἑαυτῆς· [Αρσενις p. 15 l. 4-12· ... ἐπιβλέπων αὐτὴν τοῦ μακαρισμοῦ τοῦ ἐν τῷδε τῷ ψαλμῷ δικαίως ἀξιουμένην. ἐφλέγμαινε τὸν ἰὸν καὶ μετεσκόπει τὰς ψυχικὰς αὐτῆς ὁδούς, εἴ πως αὐτὴν παγιδεῦσαι ἰσχύσειεν. εἰδὼς οὖν ταύτην ἐξαιρέτως ταῖς δυσὶν ἐντολαῖς ἐν αἷς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται, κάτοχον οὖσαν· εἰδὼς δὲ ὅτι καὶ φύσεως ὅροις ἀναγκάζονται γονεῖς φιλεῖν τὰ τέκνα καὶ μάλιστα ἡ ὠδίνασα, τὴν δευτέραν τῆς πρώτης ἐνεδρεύων συλῆσαι, τῷ εἰωθότι τῆς μάχης αὐτοῦ τρόπῳ σαίνων ὑποβάλλει λογισμὸν τῇ Θεοδώρᾳ προσπαθῶς περὶ τὸ τέκνον διακεῖσθαι.] καὶ ὑποβαλόντος ἔπαθέ τι ἀνθρώπινον καὶ παθοῦσα δι᾿ ὄχλου τῇ μεγάλῃ ἤρξατο γίνεσθαι [Αρσενις p. 15 l. 14-15· ἦν γὰρ τὴν παῖδα ἀγαγοῦσα εἰς τὸ αὐτῆς μοναστήριον, διὰ τὸ τὴν ἀποκείρασαν αὐτὴν ἤδη τελευτῆσαι], «μῆτερ κυρία μου,» λέγουσα «σοῦ τῆς ψυχῆς μόνης ποιουμένης τὴν ἐπιμέλειαν, οὐ φέρω τὴν ἐμὴν Θεοπίστην εὐτελεῖ καὶ διερρωγότι ῥακίῳ περικαλυπτομένην ὁρᾶν καὶ βραχυτάτῃ κεχρημένην τροφῇ. κέλευσον οὖν
[p. 15] ἑτέρῳ μοναστηρίῳ ταύτην δοθῆναι, ἐπεὶ τὴν λύπην κατέχειν οὐ δύναμαι· μήτηρ γάρ οὖσα καὶ μητρὸς φέρω σπλάγχνα.»

26. ἡ δὲ θαυμαστὴ ἐκείνη ἐνέδραν τοῦ πονηροῦ λογισαμένη τὸ πρᾶγμα, ἤρξατο λέγειν τῇ Θεοδώρᾳ· «τέκνον ἐμόν, βρωμάτων πέρι καὶ ἐνδυμάτων λόγος ἔστω σοι μηδαμῶς· οὐδὲ γὰρ τῇ θείᾳ τοῦτο μέλει γραφῇ· καὶ ὅπως ἄκουε· Ϡμὴ μεριμνήσητε τῇ ψυχῇ ὑμῶν τί φάγητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· ταῦτα γὰρ πάντα τὰ ἔθνα ἐπιζητεῖ· ζητεῖτε δὲ μᾶλλον τὴν βασιλείαν τοῦ θεοῦ· καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν· οὐδεὶς γὰρ δύναται δυσὶ κυρίοις δουλεύειν.Ϡ εἰ οὖν δεῖ δουλεύειν ἡμᾶς, τῷ θεῷ δεῖ δουλεύειν καὶ ταῖς θείαις ἐντολαῖς τὴν ψυχὴν πειρᾶσθαι κατακοσμεῖν καὶ ἐν οἴκῳ κυρίου πραρριπτεῖσθαι, ἵνα τῆς τῶν ἁγίων μακαριότητος ἐπιτύχωμεν· εἰς τοῦτο γὰρ καὶ ὁ σκοπὸς ἡμῖν ἅπας ὁρᾷ καὶ διὰ τοῦτο τὸ μοναχικὸν καὶ ἅγιον περιεβαλόμεθα σχῆμα. εἰ δὲ τὴν σὴν παῖδα τῇ μητρὶ τῶν παθῶν, τῇ γαστριμαργίᾳ, δουλεύειν ἐβούλου καὶ μαλακὰ περιβεβλῆσθαι ἱμάτια, τίνος χάριν ἐκ νηπίου τῷ Χριστῷ ταύτην ἀνῆψας, ἀλλ᾿ οὐ ταῖς τοῦ κόσμου ταύτην προσηλώσασα εἶχες πέδαις, ἐπεὶ κατὰ τὸν κυρίου λόγον Ϡοἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς τῶν βασιλέων οἴκοις εἰσίνϠ; τίς δὲ κοινωνία μοναχοῖς καὶ μιγάσιν ἢ τί κοινὸν φωτί τε καὶ σκότει ἠπάτησαι, τέκνον, παρὰ τοῦ σοφιστοῦ τῆς κακίας, ἠπάτησαι· ἀνάνηψον τοιγαροῦν καὶ τὸν νοῦν ἀναπέτασον καὶ θεῷ τῷ τῆς διανοίας ὄμματι ταύτην τὴν ἐκ τριχῶν κατεσκευασμένην στολὴν [Αρσενις p. 15 l. 41· τὴν μεμελανωμένην στολὴν] καὶ γνῶθι, ὅτι μετανοίας ἔνδυμα τοῦτο καὶ πένθους, οὐ χαρᾶς οὐδ᾿ ἡδονῆς οὐδαμῶς· εἰπὲ γάρ μοι, τίνος χάριν τῷ ἁγίῳ θυσιαστηρίῳ προσπίπτομεν ἐξαρχῆς. οὐχὶ τοῦ ἀγγελικοῦ τούτου σχήματος τὸν θεὸν δυσωποῦντες ἀξιωθήσεσθαι καὶ ἐγγραφήσεσθαι τῷ χορῷ τῶν ἀνασταυρωσάντων ἑαυτοὺς διὰ τὸν Χριστόν οὐ τῷ κόσμῳ καὶ τοῖς ἐν τῷ κόσμῳ ἀποτάξασθαι συνέθου κατὰ τὴν ἐντολὴν καὶ διακαρτερῆσαι πρὸς πᾶσαν ἀνάγκην καὶ βίαν καὶ ἀρνήσασθαι μὴ μόνον τοὺς κατὰ γένος προσήκοντας, ἀλλά γε δὴ καὶ αὐτὴν τὴν ψυχήν οὐκ οἶσθα τὰς συνθήκας, ἃς οὐκ ἀνθρώπῳ, θεῷ δὲ δέδωκας, τῷ ἁγίῳ θυσιαστηρίῳ παρεστηκυῖα ἃς ἄγγελοι μὲν ἀπέγραψαν, σὺ δὲ μέλλεις ἀπαιτεῖσθαι ἐν τῇ φρικτῇ τῆς δευτέρας παρουσίας ἡμέρᾳ. εἰ οὖν ταῦτα συνέθου ποιεῖν, τίνος χάριν μὴ πάντα χαίρειν εἰποῦσα πρὸς ἓν βλέπεις μόνον, ὃ ζωῆς αἰωνίου γενήσεται τῇ σῇ ψυχῇ πρόξενον τίνος δὲ καὶ δεομένην τὴν σὴν παῖδα παρεωράκαμεν ἡμεῖς οὐχὶ ταῖς θείαις σχολάζει γραφαῖς οὐ τοῖς μοναχικοῖς καταλόγοις ἐμπρέπει οὐ φωστῆρος δίκην ἐν τῷ τῶν μοναζουσῶν διαλάμπει χορῷ ἢ καὶ ταύτης τὴν προθυμίαν ἀμβλῦναι προῄρησαι, παράδειγμα οὖσαν πάσαις ἡμῖν ὅλως δὲ καὶ τολμᾷς θυγατέρα καλεῖν ἐν ἐμοῖ οὐκ οἶσθα, ὅτι ἅπας συγγενείας λόγος ἐνταῦθα καταπεπάτηται καὶ πατὴρ οὐκ ἔστιν οὐδὲ μήτηρ ἐνταῦθα, μόνον δὲ πατέρα ἔχομεν πᾶσαι τὸν ἐν οὐρανοῖς
[p. 16] κατοικοῦντα θεόν, πᾶσαι δὲ ἡμεῖς ἐν ἁγίῳ πνεύματι ἀδελφαί ἄπελθε τοίνυν, ἠσύχασον, μηδὲν πλέον παρὰ τὰ διατεταγμένα σοι σκόπει, μή πως σκανδάλου πέτρα γένῃ τῇ Θεοπίστῃ καὶ ἀκούσῃ παρὰ τοῦ δεσπότου καὶ σύ· αὐτή τε οὐκ εἰσέρχῃ καὶ τὴν εἰσερχομένην κωλύεις. εἰ μὲν οὖν εἰς τὸν ἔπειτα χρόνον κατὰ γνώμην ἐμὴν ἀπαντήσει τὸ πρᾶγμα, εὖ σοι γένοιτο· εἰ δ᾿ οὖν, λαμπρὰς ἴσθι δώσουσα δίκας ὧν τε ἥμαρτες εἵνεκα καὶ οἷς οὐκ ἐβουλήθης τὴν θεραπείαν δέξασθαι.»

27. τῆς δὲ Θεοδώρας οὐ μετρίως ἀκουσάσης τὸν λόγον, δεινῶς ἡ μεγάλη ταύτην ἰδοῦσα ἀπηλλάγη. ἐξ ἐκείνου δὲ εὐκαίρου αἰτίας ἐπιλαβέσθαι ζητοῦσα ἦν, ἵν᾿ ἐλευθέραν τοῦ τοιούτου πάθους τὴν τῆς Θεοδώρας ἀναδείξῃ ψυχήν· καὶ λεληθότως ἱκετεύουσα τὸν Θεὸν ἦν, βοήθειαν ἐξ ἁγίου κατοικητηρίου καταπεμφθῆναι τῇ Θεοδώρᾳ συμμαχοῦσαν καὶ ἐπικουροῦσαν αὐτῇ, ὥστε κρείττονα τοῦ τοιούτου πάθους ἀναφανῆναι, φανερῶς κινηθέντος ἐξ ἐπιβουλῆς τοῦ ἐχθροῦ. ἀλλ᾿ ὁ τῶν φοβουμένων τὸ θέλημα ποιῶν κύριος καὶ τῆς δεήσεως εἰσακούων αὐτῶν, οὐκ ἐπελάθετο τῆς φωνῆς τῆς βοώσης πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας. οὐ γὰρ πολὺς παρερρύη χρόνος, καὶ αὖθις ἡ Θεοδώρα τὴν Θεοπίστην ὡς μήτηρ θεραπεύουσα ἑωρᾶτο· τοιοῦτον δὲ τὸ πρᾶγμα ἔσχε τὸν τρόπον. ἡμέρα κυριακὴ ἦν καὶ αἱ ἀδελφαὶ πᾶσαι περί τινα συνήθη γεγόνασιν τόπον [Αρσενις p. 16 l. 29· περὶ τὰς μεσημβρινὰς ὥρας]· παρῆν δὲ καὶ ἡ μεγάλη καὶ περὶ ὠφελείας ψυχῆς διελέγετο ταύταις, ἑκάστῃ τὸν πρόσφορον ἀποδιδοῦσα λόγον, κατάλληλον τῷ πάθει καὶ τὸ φάρμακον ἐπιτιθεμένη. Θεοδώρα δὲ καὶ Θεοπίστη ἀπῆσαν καὶ περισκοπουμένης τῆς μεγάλης ἰδεῖν αὐτάς, οὐκ ἐφαίνοντο· ἡ γὰρ Θεοδώρα, ὥσπερ τῶν τῆς μεγάλης ῥημάτων καταφρονήσασα, ἀδείας ἐπιλαβομένη τοῦ τέκνου μᾶλλον ἢ τῆς συνάξεως ἦν. [Αρσενις p. 16 3233· καὶ γὰρ λανθάνειν ἐνόμιζε διὰ τὸ τὴν μεγάλην ἐν τῷ εὐκτηρίῳ καταμόνας ἰδιάζειν] θεὸς δὲ οὐκ ἠμέλησεν· [Αρσενις p. 16 l. 34· ἀλλ᾿ οὐ τὸν ἀκοίμητον ἔλαθεν ὀφθαλμὸν] τὴν γὰρ θαυμαστὴν ἐκείνην πείθει γυναῖκα ἐξελθοῦσαν τοῦ θείου ναοῦ [Αρσενις p. 16 l. 38· εὐκτηρίου] πανταχῇ περισκοπῆσαι καὶ τὰς ἀδελφὰς κατιδεῖν, τίνι τρόπῳ τὴν λειτουργίαν ἑκάστη ἐπιτελεῖ· τοῦτο γὰρ εἴθιστο συνεχῶς τῇ μεγάλῃ ποιεῖν, πάσης προνοίας ἀξιούσῃ τὰς ἀδελφάς. ἐξιούσης τοίνυν, ἡ Θεοδώρα τῆς παιδὸς ἐπιμελουμένη φαίνεται. καὶ ἡ μεγάλη ζήλου θείου πλησθεῖσα (συνῆκε γὰρ ὅτι τῆς εὐχῆς αὐτῆς ἐπήκουσε κύριος), [Αρσενις p. 17 l. 1· οὐδὲ τοῦ φλίου μεταστᾶσα] μετακαλεῖται τὴν Θεοδώραν ἅμα τῷ τέκνῳ καὶ (ἵνα τοὺς λόγους αὐτῆς ἐκείνης εἰς μέσον θῶ) λέγει τῇ Θεοδώρᾳ· «τίς αὕτη σοι», τῷ δακτύλῳ τὴν Θεοπίστην δείξασα τῆς δὲ ὑπολαβούσης ὡς ἄρα θυγάτηρ αὐτῆς εἴη, ἤρετο τὴν Θεοπίστην ὁμοίως. ἐπεὶ δ᾿ αὕτη μητέρα τὴν Θεοδώραν ὠνόμασεν, στεναγμοὺς ἐκ μέσης ἀνασπάσασα καρδίας κοινῇ πρὸς αὐτὰς τὸν λόγον ποιεῖται, «ἐν τῷ ὀνόματι τοῦ θεοῦ» λέγουσα «καὶ τοῦ μονογενοῦς αὐτοῦ υἱοῦ καὶ τοῦ παναγίου πνεύματος τῇ δυνάμει τῆς ὑποταγῆς, ἣν ὀφείλετέ μοι τῇ ἁμαρτωλῷ, ἔσεσθε σιωπὴν πρὸς ἀλλήλας ἀσκοῦσαι, μηδὲ ῥῆμα ψιλὸν προϊέναι δυνάμεναι.»

28. ἤκουσαν ἐκεῖναι τὸν λόγον καὶ ὥσπερ δεινῷ τινι κτύπῳ καταπλαγεῖσαι τὴν αἴσθησιν, [Αρσενις p. 17 l. 10-14· αἱ δὲ ἀκαταλήπτῳ φόβῳ ληφθεῖσαι ἐπὶ τῇ ἀκοῇ τῆς βαρυτάτης καὶ ἀπροσδοκήτου ἐπιτιμήσεως, ὥσπερ ἔκ τινος θείας ἐνηχηθεῖσαι φωνῆς, ἐπεὶ καὶ ἐκ μόνης θέας, ἅτε δὴ τὴν διὰ τῶν ἔργων παρρησίαν ἐπιφερομένη, φοβερὰ καὶ μετὰ πραότητος ἐπιτιμῶσα τοῖς ὁρῶσιν ἐδείκνυτο] ἄφωνοι τοῖς ὁρῶσι καθάπαξ ἐφαίνοντο. ὅμως γε μὴν τὴν συνήθη
[p. 17] βαλοῦσαι μετάνοιαν, φόβῳ καὶ τρόμῳ καὶ δειλίᾳ πολλῇ ὑπεχώρησαν. πεντεκαίδεκα δ᾿ ἐνιαυτῶν παραρρυέντων καὶ ἐν ἑνὶ οἰκιδίῳ [Αρσενις p. 17 l. 15· ἐν ἑνὶ κελλίῳ καὶ μιᾷ τραπέζῃ] τὴν διατριβὴν ποιουμένων καὶ ποτὲ μὲν τὸν αὐτὸν ἐργαζομένοων ἱστὸν ποτὲ δ᾿ ἐν τῷ αὐτῷ ἀληθουσῶν μύλωνι, οὐκ ὤφθησαν οὐδαμῶς οὐδενὶ τῆς θαυμαστῆς ἐκείνης ἐντολῆς καταπεφρονηκέναι τὸ σύνολον. εἰ δέ ποτε συνέβη κληθῆναι παρὰ τῆς μεγάλης τὴν Θεοδώραν, ἡ δὲ οὐχ ὑπήκουεν κατά τινα καιροῦ περίπετειαν, οὐδέποτε τὴν Θεοπίστην φασὶν πρὸς τὴν μητέρα αὐτοπροσώπως εἰπεῖν ὡς ἄρα· «ὦ μῆτερ, ἡ μεγάλη φωνεῖ σε,» καὶ ταῦτα παρὰ τῇ μητρὶ καθημένην καὶ τὴν αὐτὴν τῇ μητρὶ διακονίαν ὑπηρετοῦσαν· ἑτέρᾳ δέ τινι μᾶλλον ἐντυγχάνουσα ἔλεγεν· «κάλεσον τὴν θαυμαστὴν Θεοδώραν· ἡ γὰρ μεγάλη ταύτην φωνεῖ.» τὰ αὐτὰ δὲ καὶ ἡ Θεοδώρα πρὸς τὴν Θεοπίστην καιροῦ καλοῦντος ἐποίει.

29. ὢ φιλοχρίστου καὶ φιλοστόργου ποιμένος, ἀεὶ ἀγρυπνοῦντος ὑπὲρ τῆς τῶν προβάτων σωτηρίας· ὢ λογικῶν προβάτων πραότητος, μόνης εἰδότων ἐπακούειν τῆς φωνῆς τοῦ ποιμένος καὶ ἀκολουθεῖν μὴ ἀνεχομένων ἑτέρῳ. τὸ λοιπὸν ὑμεῖς διασκέψεσθε, ποσάκις εἶχεν ἡ μεγάλη [Αρσενις p. 17 l. 31· ἡ προεστῶσα] μετὰ δακρύων ὑπὲρ αὐτῶν ἱκετεῦσαι τὸν κύριον, ἵνα μὴ καὶ μετὰ τὴν ἐπιτίμησιν παραβάται τῆς ἐντολῆς γενήσονται· πῶς δὲ ἡ καρδία τῆς Θεοδώρας καὶ τοῦ τέκνου τὰ πεντεκαίδεκα ἔτη διέκειτο ἡλίκον δὲ πῦρ αὐτῶν τὰ σπλάγχνα συνέφλεγεν καὶ ὁποῖον ξίφος τομῶς ἠκονημένον τὴν καρδίαν συνέκοπτεν, τὰ τοσαῦτα ἔτη μὴ δυναμένων ἀλλήλαις ὁμιλῆσαι τὸ σύνολον, μάλιστα ὁπόταν μιᾷ αὐτῶν διακονίας βάρος ἐπέκειτο καὶ ἤθελον πρὸς ἑαυτὰς κἂν ὡς ἀδελφαὶ συντυχεῖν, ἵνα ἀλλήλαις συναντιλάβωνται, καὶ οὐκ ἠδύναντο. ποσάκις αὐτὰς ὁ διάβολος ἐπιβούλως ἠνώχλησεν τὴν ἐντολὴν παραβῆναι, κἀκεῖναι μετὰ δακρύων τὸν Θεὸν ἐλιτάνευον, «θοῦ, κύριε, φυλακὴν τῷ στόματί ἡμῶν» λέγουσαι «καὶ θύραν περιοχῆς περὶ τὰ χείλη ἡμῶν.» οὐκ ὤφθησάν ποτε κατὰ τῆς μεγάλης γογγύσασαι, ὡς τὴν τοῦ λόγου χρῆσιν ἀναστελλούσης καὶ οὐκ ἐώσης ταύτῃ κεχρῆσθαι, ὡς πάντες οἱ λόγῳ τιμηθέντες ἄνθρωποι· ἐψυχαγωγοῦντο γὰρ συχνῶς ἑαυταῖς ἐπιλέγουσαι τὸ τοῦ Δαυΐδ ἐκεῖνο θεῖον λόγιον· Ϡὑπομένων ὑπέμεινα τὸν κύριον καὶ προσέσχε μοι.Ϡ

30. οὕτως οὖν διετέλεσαν δεκαπέντε ἔτη, μηδ᾿ ὅλως ἀλλήλαις προσομιλήσασαι· ἐν τῷ τέλει τοῦ πέμπτου καὶ δεκάτου ἔτους τῆς ἐπιτιμήσεως συνέβη ἀσθενῆσαι τὴν μακαρίαν Θεοδώραν· καὶ αἱ ἀδελφαὶ πᾶσαι παρεκάλεσαν τὴν μεγάλην δοῦναι λύσιν αὐταῖς. ἡ δὲ πολλὰ νουθετήσασα ἔλυσεν ἀυτὰς τῆς ἐπιτιμήσεως· χάριτι δὲ θεοῦ διεφυλάχθησαν ἀμφότεραι ἐκ τοῦ συγγενικοῦ θεσμοῦ ἀπαθεῖς καὶ ἀνενόχλητοι ἕως τῆς πρὸς θεὸν ἐκδημίας τῆς μακαρίας Θεοδώρας, ἀδιακρίτως ἀλλήλαις προσομιλοῦσαι καὶ συλλαλοῦσαι ὡς ταῖς λοιπαῖς ἀδελφαῖς· οὐδὲ γὰρ τοῦ λοιποῦ ὡς μητρὶ θυγάτηρ ἢ θυγατρὶ μήτηρ δεδώκασιν ἀλλήλαις προσφώνησιν. ἐφ᾿ ἕτερον δὲ καιρὸς τὸν λόγον ἡμᾶς τρέψασθαι καὶ διηγήσασθαι ἀγῶνα
[p. 18] θαυμαστὸν ἕτερον τῆς ὁσίας Θεοδώρας, τῆς εἰς ἄκρον ὑποταγῆς καὶ ἀληθινῆς ταπεινώσεως ἐληλακυίας καὶ πᾶν ὕψωμα κενοδοξίας καὶ θεοστυγοῦς ὑπερηφανίας παντελῶς ἐξαφανισάσης καὶ καταπατησάσης καὶ πάντα τὰ πάθη τῇ δυνάμει τοῦ ὁδηγοῦντος αὐτὴν καὶ φυλάττοντος ἁγίου πνεύματος ἔκ τε σαρκὸς καὶ ψυχῆς ἐξοστρακισάσης. τεκμήριον δὲ τοῦ λόγου σὺν τοῖς ἄλλοις καὶ τοῦτο δὴ τὸ διήγημα.

31. γέγονε χειμὼν ἰσχυρὸς ἐν ταῖς ἡμέραις ἐκείναις, ὡς ἐκ τῆς δριμύτητος παγῆναι τὸ ὕδωρ καὶ εἰς λίθου μεταποιηθῆναι ἀντιτυπίαν. διὰ γοῦν τὴν τοῦ κρύους σφοδρότητα προσέταξεν ἡ μεγάλη μὴ ἐν τῇ κοινῇ τραπέζῃ ἀλλ᾿ ἐν τοῖς κελλίοις [Αρσενις p. 18 l. 26· ἐν τῷ ἀριστηρίῳ, ἀλλ ἐν τῷ κοιτῶνι] τὰ δεῖπνα γίνεσθαι. συνέβη δὲ τὸν τοῦ θερμοῦ λέβητα στῆσαι τὰς ἀδελφὰς ἐν τῷ τόπῳ ἔνθα ἡ μακαρία τὸ ψιάθιον ἐπ᾿ ἐδάφους ἁπλώσασα ἐκάθευδεν· οὐ γὰρ κλίνην εἶχεν ἁπαλὴν καὶ ποικίλην οὐδὲ σανίσιν ὑποκάτωθεν ἔκειτο οὐδ᾿ ἐπί τινος <τῶν> τὴν τοῦ κρύους ἀποσοβεῖν δυναμένων δριμύτητα, ἀλλ᾿ ἐπὶ γῆς ψιαθίου καὶ κωδίου κειμένων διανεπαύετο. τοιγαροῦν τοῦ λέβητος ζέοντος κάθυγρος ὁ τόπος ὅλος ἐγένετο· καὶ λαβοῦσα ἡ Θεοδώρα τὴν στρωμνὴν ἐν ἄλλῳ ταύτην τόπῳ μετέθηκεν, μὴ πρότερον εἰποῦσα τοῦτο τῇ μεγάλῃ. ἡ δὲ ἐν ἀσυνήθει τόπῳ τὴν στρωμνὴν ἡπλωμένην ἰδοῦσα (ἐξητάζοντο γὰρ καὶ τὰ τοιαῦτα παρ᾿ ἐκείνης ὠφελείας ἕνεκα τῶν ἀνακειμένων αὐτῇ ψυχῶν) καὶ γνοῦσα τῆς μακαρίας Θεοδώρας τυγχάνειν, εὐθέτου δραξαμένη καιροῦ, ὡς ἂν καὶ ταύτῃ στέφανον ὑποταγῆς προξενήσειεν, ἅμα δὲ καὶ τὰς λοιπὰς παιδεύσειεν ἀδελφὰς μὴ ἄνευ γνώμης αὐτῆς μηδὲν διαπράττεσθαι βούλεσθαι, τὴν μακαρίαν πρὸς αὐτὴν ἀφικέσθαι προσέταξεν.

32. τῆς δὲ μετὰ αἰδοῦς ὡς ἡ συνήθεια σεμνῶς παραστάσης, εἶπεν αὐτῇ· «τίς ἡ τοσαύτη φιλαυτία, ὦ Θεοδώρα πῶς πρότερον νεανικῶς καὶ ἀνδρείως ἀγωνισαμένη νῦν λειποταξίου ἑάλως τίς ἡ τοῦ λογισμοῦ κατὰ τῶν παθῶν ἐπικράτεια καὶ πῶς τούτου τὸ ἀρχικὸν ἐν σοὶ γνωρισθήσεται, ὅτε καὶ τὸν τῆς ὑπακοῆς σου πύργον, ἐν τῷ λίθῳ τῷ ακρογωνιαίῳ ἑστῶτα, νῦν ἐσάλευσεν ὁ διάβολος καὶ εἰς γῆν καταβέβληκεν ποῦ δὲ ὁ τοῦ Παύλου, τοῦ σκεύους τῆς ἐκλογῆς, νόμος ὁ τοῖς ἡγουμένοις πείθεσθαι διακελευόμενος τίς τὸν σὸν ἀναφαίρετον τῆς ὑπακοῆς καὶ ταπεινώσεως πλοῦτον ἐσύλησεν δῆλον ὅτι ἡ παρρησία. καλὸν οὖν ταύτην τὴν πάντων τῶν κακῶν αἰτίαν τῆς σῆς ἐκδιῶξαι ψυχῆς. εἰπὲ γάρ μοι, διὰ τί τῆς ἐμῆς γνώμης ἄνευ τὴν στρωμνήν σου μετέθηκας. οὐκ οἶσθα, ὡς ὅπερ ἄν τις παρὰ γνώμην τοῦ προεστῶτος ἐργάσηται παρακοὴ καὶ φιλαυτία λογίζεται» καὶ τῆς μακαρίας εἰπούσης, «διὰ τὸ καταβραχῆναι τὸν τόπον τοῦτο, κυρία, πεποίηκα,» ἡ μεγάλη ἀντέφησεν· «ἐπείπερ, ὡς αὐτὴ φιλαλήθως ἠγόρευσας, μὴ τὸ σῶμα θλῖψαι ἐθέλουσα τῷ τῆς φιλαυτίας ἀνυποίστῳ κρύει τὴν ψυχὴν παραδέδωκας, λάβε κατὰ νοῦν τὸν βρυγμὸν τῶν ὀδόντων καὶ τὸν αἰώνιον τάρταρον καὶ ἐξελθοῦσα ἐν τῇ αὐλῇ τοῦ μοναστηρίου καὶ τὴν στρωμνὴν ἐκεῖ θεῖσα μνήσθητι,
[p. 19] ὅπως ὁ ἀπαθὴς καὶ κύριος καὶ ποιητὴς τῶν ἀγγέλων ἐταπείνωσεν ἑαυτὸν ὑπήκοος μέχρι θανάτου γενόμενος [Αρσενις p. 19 l. 22-25· λάβε τὸ ἐν ᾧ καθεύδεις κώδιον καὶ ἔξελθε ἐν τῷ μεσαυλίῳ τοῦ μοναστηρίου κἀκεῖσε κοιμήθητι], ὅπως διὰ δριμυτάτης καὶ νυκτερινῆς ταύτης συμπήξεως τῷ γλυκυτάτῳ τούτου φωτὶ καταφωτίσῃ σου τὴν ψυχὴν καὶ τοῦ τῆς φιλαυτίας ἐλευθερώσας σε κλύδωνος εἰς τοὺς ἀκυμάντους αὐτοῦ λιμένας τὴν σὴν ψυχὴν δέξηται.»

33. ταῦτα ἀκούσασα, ἡ πολλὰ μὲν ὑπομείνασα, μηδαμῶς δὲ ὑπενδοῦσα διὰ τὴν ἐν ἐλπίσι τοῖς ἀγωνιζομένοις μακαριότητα καὶ ἑαυτὴν πρὸς πᾶσαν ἐπιφορὰν θλιβερῶν ἑτοιμάσασα διὰ τὸν εἰπόντα, Ϡεἰ προσέρχῃ δουλεύειν τῷ κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμούς· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον· καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ᾿ ἐσχάτων σου,Ϡ ταῦτα δὴ ταῦτα ἀκούσασα, τὴν ἐξ ἔθους καὶ αὖθις βαλοῦσα μετάνοιαν εἰς τὸν ὁρισθέντα τόπον ἐξῄει, τῆς δριμυτάτης ὥρας καταφρονήσασα καὶ τοῦ ῥαγδαίως τότε καταφερομένου ὑετοῦ καὶ τῆς δεινῆς ἐκείνης καὶ βιαίας τῶν ἀνέμων πνοῆς. τοιγαροῦν ἀφ᾿ ἑσπέρας ἐπ᾿ ἀμφοτέροις καθεσθεῖσα ποσὶν διενυκτέρευεν αἴθριος· οὐδὲ γὰρ τέλεον καθεσθῆναι ἐδύνατο διὰ τὸ ἐκ τοῦ ὑετοῦ κάτωθεν ὑπορρέον ὕδωρ. ὢ τοῦ θαύματος· ἐξέστησαν ἄγγελοι τοῦτο τὸ φρικτὸν ὅραμα βλέποντες, γυναῖκα τὸ ἀσθενέστατον καὶ μαλακὸν σκεῦος οὕτως αἴθριον διανυκτερεύουσαν, πυκναῖς νιφάσι βαλλομένην τοῦ ὄμβρου καὶ πηγνυμένην διὰ τὴν τῆς μητρὸς ἐντολήν [Αρσενις p. 20 l. 2-3· πυκνοῖς βόλοις βαλλομένην τοῦ ὄμβρου καὶ πηγνυμένην τῷ κρύει]. τίς ἔγνω τῶν νῦν ἢ τῶν πώποτε τοιαύτην ὑπακοὴν καὶ τοιαῦτα παλαίσματα γυναῖκα ἐνδείξασθαι περὶ δὲ τὸ μεσονύκτιον λήξαντος τοῦ ὄμβρου καὶ δριμυτέρας γενομένης τῆς τοῦ ἀέρος πικρίας διὰ τὸ χιόνα καταβληθῆναι πολλήν, αἱ τοῦ ὄμβρου σταγόνες κατὰ τοῦ ἐπὶ τῆς κεφαλῆς αὐτῆς καὶ τῶν ὤμων κειμένου ῥάκους κρυσταλλωθεῖσαι ἐκρέμαντο.

34. ἡνίκα δὲ ἡ ὥρα τῆς νυκτερινῆς ψαλμῳδίας ἐπέστη, ἡ προεστῶσα τὰς ἀδελφὰς ἐν τῷ εὐκτηρίῳ ἀθροίσασα τοὺς ἐκείνης γενναίους ἀγῶνας διεξῄει σαφῶς τε καὶ ἀκολούθως, κατὰ μίαν τούτων ἐγκώμια ταύτῃ πλεῖστα συνείρουσα, ταῖς ἀδελφαῖς διὰ τῶν λόγων ἀφορμὰς ὑπακοῆς ἐφευρίσκουσα. ὡς δὲ καθεξῆς, καθάπερ ἐκ πηγῆς τινος ἀπαρεμποδίστως πρὸς τὸ πρανὲς ὕδωρ φερόμενον, ῥέων ὁ λόγος πρὸς τὸν προκείμενον ἀγῶνα κατήντησεν, μεγάλως ταύτην θαυμάσασα· «οὐκ ἀπεικὸς εὖ οἶδα» ἔφη «ὡς ταύτην θεὸς διὰ τὴν τοῦ κρύους τούτου δριμύτητα τοῖς τεσσαράκοντα συναριθμήσειε μάρτυσιν καὶ τῶν αὐτῶν δωρεῶν ἀξιώσειεν, ὅτι τοῖς τοῦ κόσμου τερπνοῖς δαψιλῶς ἐντρυφήσασα, ἐν τῷ κοινοβίῳ τοῖς πόνοις κατατρυχομένη οὐκ ἐνέδωκεν, ἀλλὰ καὶ νῦν τῷ κρύει πηγνυμένη διὰ τὴν εἰς θεὸν ἀγάπην προσκαρτερεῖ.» ἔτι δὲ αὐτῆς λαλούσης, μία τῶν ἀσκουσῶν, ἡ καὶ κατὰ
[p. 20] σάρκα ἀδελφὴ τῆς μεγάλης, ἠρέμα πρὸς αὐτὴν ἔφη· «ἑώρακα ταύτῃ τῇ νυκτί, κυρία, στέφανον φωτοειδῆ καὶ λαμπρόν, οὗ τὸ κάλλος καὶ τὴν λαμπρότητα ἀδύνατον ἐμὲ διηγήσασθαι, οὐρανόθεν κατερχόμενον· κἀμοῦ διαπορούσης ἄρα, τίνος ὁ λαμπρὸς οὗτος στέφανος, φωνῆς λεγούσης ἀκήκοα· οὗτός ἐστι Θεοδώρας.» ἡ δὲ μεγάλη φοβηθεῖσα, μή πως ἡ ὁσία Θεοδώρα τοῦτο ἐνωτισθῇ καὶ τυφωθεῖσα εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου, ὡς σοφὸς ἐπιστήμων τῷ θεῷ εὐχαριστήσασα ἔφη· «πρόσεχε σεαυτῇ, ἀδελφή· ὅρα μηδενὶ εἴπῃς τὸ ὁραθέν.»

35. καὶ εὐθέως προσέταξεν παραγενέσθαι τὴν Θεοδώραν ἐν τῇ ἐκκλησίᾳ. εἰσῆλθεν οὖν ὅλη λελευκασμένη ἔξωθεν μὲν τῇ χιόνι, τὴν δὲ ψυχὴν ἔνδοθεν τῷ οὐρανίῳ φωτὶ καὶ τὴν συνήθη πάλιν βαλοῦσα μετάνοιαν, συγχώρησιν ᾔτει καὶ οὐ πρότερον ἐξανέστη, ἕως ὅτε τὴν τῆς συγχωρήσεως φωνὴν ἤκουσε. μετὰ δὲ ταῦτα κατ᾿ ἰδίαν ἐρωτηθεῖσα παρὰ τῶν ἀδελφῶν πῶς ἐκείνην τὴν νύκτα ἐτέλεσεν, τῇ πρὸς αὐτὰς ἀγάπῃ θαρροῦσα, «πιστεύσατε, ἀδελφαὶ·» ἔφη «ἐγὼ μετὰ πίστεως ἀκραιφνοῦς τὴν τῆς μεγάλης ἐπιτίμησιν δεξαμένη οὔτε ὑετοῦ οὔτε ἄλλου τινὸς τῶν θλιβερῶν πεῖραν κατὰ τὴν νύκτα ἐκείνην ἔλαβον, ἀλλὰ χαίρουσα καὶ εὐφραινομένη ὑπῆρχον καὶ ἐδόκουν ἐν βαλανείῳ καθέζεσθαι.» οὕτως οἶδε θεὸς βοηθεῖν τοῖς ἐλπίζουσιν ἐπ᾿ αὐτὸν· τοιαῦτα γέρα ὁ κατὰ μόνας πλάττων τὰς καρδίας ἡμῶν καὶ συνιεὶς πάντα τὰ ἔργα ἡμῶν τοῖς εἰλικρινῶς αὐτὸν ἀγαπῶσιν χαρίζεται· οὕτω ταύτην καθάπερ πόλιν ἐπ᾿ ὄρους κειμένην διὰ ταπεινώσεως καὶ ὑποταγῆς ἀνέδειξε κύριος.

36. διὸ καὶ ὁ μακαρίτης Ἰωάννης ὁ κατὰ τὸν τότε καιρὸν ἀρχιμανδρίτης τὴν ἀνυπέρβλητον αὐτῆς γινώσκων ταπείνωσίν τε καὶ ἄσκησιν ἠβουλήθη τοῦδε τοῦ μοναστηρίου μεταστῆσαι αὐτὴν καὶ ἐν ἑτέρῳ ἡγουμένην ποιῆσαι. ἡνίκα δὲ διὰ τῶν ἀφιγμένων πρὸς τὸ αὐτὴν καλέσαι τοῦτο ἡ ὁσία ἐπύθετο, θρηνώδεις ἠφίει φωνὰς καὶ κατεβόα τῆς προεστώσης, δοκοῦσα καὶ αὐτὴν συμμαρτυρεῖν καὶ συμψηφίζεσθαι τῷ ψηφίσματι. ὡς δὲ πενθοῦσαν καὶ κλαίουσαν ἐπὶ τῇ αὐτῆς στερήσει τὴν μεγάλην ἑώρακεν, δακρύουσα ἔλεγεν· «μή μοι παρεχέτω τις τῇ ἁμαρτωλῷ κόπους· οὐ βούλομαι τῶν πρὸς θεόν μου συνθηκῶν παραβάτης γενέσθαι καὶ καταλιπεῖν τοῦτο τὸ μοναστήριον, ἔνθα τὰς συνθήκας πεποίημαι· περὶ ψυχῶν προστασίας περισσὸν τοῦτο λέγειν καὶ ἐμοὶ τὴν διακονίαν ἀνατίθεσθαι ταύτην, μεγάλην οὖσαν οὕτω καὶ θαυμαστὴν καὶ κρείττονα ἢ κατὰ τὴν ἐμὴν δύναμιν· ἔτι γὰρ τῶν τοῦ κόσμου κακῶν ἀπόζω καὶ τὴν ἐμαυτῆς σωτηρίαν οὐδ᾿ ἄκροις δακτύλοις ἅψασθαι γοῦν προτεθύμημαι. πορεύθητε τοιγαροῦν καὶ τῷ ἀρχιμανδρίτῃ εἴπατε· κἄν τῆς ἐκκλησίας χωρίσῃς με, κἂν ὁτιοῦν τῶν θλιβερῶν ἐπαγάγῃς μοι, οὐκ ἄν μου κάμψαι τὸν λογισμὸν ἰσχύσεις ποτέ· ἐμοὶ γὰρ ὁ τοῦ κυρίου λόγος ἁρμόζει· Ϡὁ θέλων πρῶτος πάντων εἶναι, ἔστω πάντων ἔσχατος καὶ
[p. 21] πάντων διάκονοςϠ καί Ϡοὐκ ἦλθον διακονηθῆναι ἀλλὰ διακονῆσαι·Ϡ τοῦ γοῦν δεσπότου ταῦτα παρακελευομένου καὶ ἐμοῦ τοιαύτας δούσης συνθήκας ἕως γήρως καὶ πρεσβείου παραμένειν ἐν τῷ μοναστηρίῳ καὶ πρὸς τὸ μέτρον τῆς ἀσθενείας μου δουλεύειν ταῖς ἀδελφαῖς, τίς με τῶν ὧδε ἀποσπάσαι δυνήσεται, ἔχουσαν τὸν θεὸν βοηθόν» ταῦτα ὁ ἀρχιμανδρίτης μαθὼν ἐδόξασε τὸν θεὸν τὸν τοιαύτην ταπείνωσιν δόντα τῇ Θεοδώρᾳ καὶ ηὔξατο τῷ θεῷ ἀνόθευτον καὶ ἀκράδαντον αὐτῆς τὸν νοῦν διαμεῖναι ἐν τῇ τοιαύτῃ προθέσει ἕως ἐσχάτης ὥρας καὶ ἀναπνοῆς.

37. τῷ δὲ πεντηκοστῷ καὶ ἕκτῳ χρόνῳ τῆς μακαρίας Θεοδώρας προεβλήθη ὑπὸ Θεοδώρου τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου ψήφῳ τῶν ἀρχιμανδριτῶν Ὶλαρίωνος καὶ Θεοδώρου [Αρσενις p. 21 l. 33· Δωροθέου] καὶ τῆς μεγάλης καὶ πασῶν τῶν ἀδελφῶν εἰς τὴν ἡγουμενίαν Θεοπίστη, ἡ τῆς ὁσίας θυγάτηρ, διὰ τὸ εἰς ἔσχατον γῆρας καταντῆσαι τὴν μεγάλην καὶ μηκέτι δύνασθαι τὴν τῶν ἀδελφῶν ποιεῖσθαι προστασίαν, τῶν ὀφθαλμῶν αὐτῆς ἀμβλυωθέντων καὶ τῶν ὤτων [Αρσενις p. 21 l. 37· ἀκουστικῶν πόρων] ἀποφραγέντων. καὶ γέγονεν ἡ κατὰ σάρκα θυγάτηρ πνευματικὴ μήτηρ τῇ Θεοδώρᾳ· καὶ ἔτι μᾶλλον ἡ μισόδοξος καὶ φιλόθεος Θεοδώρα πρὸς τοὺς τῆς ὑποταγῆς πόνους ἠνδρίζετο. ἐν μιᾷ οὖν τῶν ἡμερῶν εἴς τι τῶν κατ᾿ ἐντολὴν σπεύδουσα συνεποδίσθη ὑπὸ τοῦ σκολιοῦ δαίμονος καὶ ὀλισθήσασα ἔπεσε πρηνὴς ἐπὶ γῆς καὶ ἤλγησεν ἐπὶ πολὺν χρόνον ἐκ τῆς συμβεβηκυίας αὐτῇ καταπτώσεως. συνέβη δὲ καὶ τὴν μεγάλην ἐν τῇ αὐλῇ περιιοῦσαν μὴ ὑπό τινος χειραγωγουμένην ὀλισθῆσαι καὶ καταπεσεῖν καὶ ἐξωσθῆναι τὸ ὀστοῦν τῆς δεξιᾶς κοτύλης αὐτῆς [Αρσενις p. 22 l. 4-5· ἀπὸ τῆς ὑπὸ τὴν ὀσφὺν αὐτῆς ἐπὶ τὸ ἱερὸν ὀστοῦν τυγχανούσης δεξιᾶς κοτύλης τὴν κεφαλὴν τοῦ μηροῦ]· καὶ ἐξ ἐκείνου κινηθῆναι μὴ δυναμένη κατέκειτο ἐπὶ κλίνης. ἐν δὲ τῷ τετάρτῳ τῆς κατακλίσεως ἔτει τῆς θαυμασιωτάτης Ἄννης, ἠλλοιώθη τὰς φρένας ὑπὸ τοῦ βαθυτάτου γήρως· καὶ μετὰ ταῦτα ἔζησε ἕτερα τρία ἔτη. καὶ ἦν ἰδεῖν τὴν μακαρίαν Θεοδώραν μόνην σχεδὸν ὑπηρετουμένην τῇ μεγάλῃ ἐν πάσῃ χρείᾳ διαβαστάζουσαν καὶ πυκνῶς μεταστρέφουσαν καὶ τὴν τροφὴν χερσὶν οἰκείαις προσάγουσαν καὶ ἐν βαλανείῳ ταύτην κομίζουσαν καὶ ἁπαξαπλῶς πᾶσαν ἐπιμέλειαν εἰς αὐτὴν ἐνδεικνυμένην, καὶ ταῦτα ὑβριζομένην καὶ τυπτομένην παρ᾿ αὐτῆς· διηγείρετο γὰρ μεμνημένη τοῦ λέγοντος· Ϡτέκνον, ἀντιλαβοῦ ἐν γήρᾳ πατρός σου καὶ μὴ λυπήσῃς αὐτὸν ἐν τῇ ζωῇ σου· καὶ ἂν ἀπολίπῃ σύνεσιν, συγγνώμην ἔχε· καὶ μὴ ἀτιμάσῃς αὐτὸν ἐν πάσῃ ἰσχύϊ σου· ἐλεημοσύνη γὰρ πατρὸς οὐκ ἐπιλησθήσεται.Ϡ

38. τῷ δὲ ἑξηκοστῷ ὀγδόῳ ἔτει τῆς μακαρίας Θεοδώρας ἀνεπαύσατο τὸν ὀφειλόμενον δικαίοις θάνατον Ἄννα ἡ μεγάλη αὕτη ὁμολογήτρια, ἐξ ἁπαλῶν ὀνύχων τὸ ἅγιον σχῆμα τῶν μοναχῶν περιβαλλομένη καὶ ἀμέμπτως θεοῦ βιώσασα χάριτι. ὁ δὲ πᾶς τῆς ζωῆς αὐτῆς χρόνος ὥς φασιν ἑκατὸν εἴκοσιν ἔτη ἐτύγχανεν. δίκαιον δὲ μηδὲ τὸ τοῦ βίου τέλος ὁποῖον ἔσχεν παραλιπεῖν ἀμνημόνευτον, ὡς ἂν καὶ ὁ φιλάνθρωπος δοξάζηται κύριος καὶ οἱ τῶν μεμψιμοίρων μάταιοι
[p. 22] διαλογισμοὶ ἐλεγχθήσονται καὶ ἡμεῖς τοῖς τῶν ὁσίων ἴχνεσιν ἀκλινῶς ἑπόμενοι τῆς ἐπὶ παράδεισον ἀγούσης ὁδοῦ μὴ ἐκκλίνωμεν. ἐπειδὴ γάρ τινες φιλόσαρκοι καὶ χαμαίζηλοι ἀνθ᾿ ὧν θαυμάζειν ὤφειλον, πῶς καὶ ἑαυτῶν ἠμέλησαν οἱ διὰ Χριστὸν τὰ παρόντα μισήσαντες ὅπως τε πάγιον καὶ ἀπεξεσμένον τὸ ἦθος τῶν προστασίαν ἐμπιστευμένων ψυχῶν καθέστηκεν καὶ οὐχ ἑτερορρεπὲς κατὰ χάριν τὸ τοῦ νοῦ σταθμίον, ἀλλὰ κατὰ ἀναλογίαν ἑκάστῳ τῶν ὑπὸ χεῖρα προσφόρως διανέμουσι τὰς διακονίας, τοῖς μὲν δυναμένοις μισθὸν ἑαυτοῖς οὐράνιον δι᾿ ὑπακοῆς καρπώσασθαι μείζονα ἐπιτιθέμενοι τὰ φόρτια, ἵνα καὶ πλείονα τὸν μισθὸν ἀπολαύσωσιν, τοῖς δὲῥᾳθυμοτέροις καθ᾿ ὅσον οἶοί τέ εἰσιν τὴν ὠφέλειαν προξενοῦντες
(δέον οὖν τὰ τοιαῦτα θαυμάζειν, οἱ δὲ τὸν τῆς μεγάλης πρὸς τὰ ἀμείνω καὶ τελεώτερα θεῖον ζῆλον εἰς ἐπάρσεως εἶδος ἀσεβῶς ἐξειλήφασιν καὶ φαρισαϊκῷ νοσήματι ταύτην δεδουλῶσθαι ὑπώπτευσαν, τῷ Ϡδεσμεύουσι φορτία βαρέα καὶ δυσβάστακτα, τῷ δὲ δακτύλῳ αὐτῶν κινῆσαι ταῦτα οὐ θέλουσιν,Ϡ κακῶς ἐπ᾿ αὐτὴν κεχρημένοι) ἕνεκεν δὴ τούτων καὶ τοῦ μὴ ταράσσεσθαι αὐτῶν τὴν διάνοιαν καὶ εἰς ἀτόπους ἐννοίας ἐμπίπτειν καὶ λέγειν· ἆρα μή πως ὁ θεὸς τὴν αὐτῆς ὁμολογίαν καὶ τὸν ἀσκητικὸν ἐκεῖνον ἄπειρον κάματον οὐ προσήκατο, εὐδόκησεν ὁ θεὸς μετὰ τὴν τριετῆ τῶν φρενῶν ἔκστασιν πρὸ ὀλίγου τινὸς χρόνου τῆς αὐτῆς πρὸς κύριον ἐκδημίας γενέσθαι πάλιν ἐν ἑαυτῇ, ὥστε καὶ λέγειν καὶ νοεῖν τὰ προσήκοντα. ὅτε δέ φασιν ἤγγισεν ἡ ὥρα τοῦ τὴν μεγίστην ἀναλῦσαι πρὸς κύριον, ἀπείρου πλήθους ἔκ τε μοναδικοῦ καὶ μιγάδος τάγματος παρακαθεζομένων καὶ θεωρούντων αὐτήν, ἠρέμα τὴν δεξιὰν χεῖρα πρὸς τὸ εὐώνυμον μέρος διάρσασα καὶ εὐσταθῶς τὸ στὸμα ἀνοίξασα, τὸν ἕως ἐσχάτης ἀναπνοῆς τοῖς χριστιανοῖς ἐφεδρεύοντα διάβολον ὥσπερ ἐπιτιμῶσα καὶ ἐμφυσῶσα καὶ τῷ σημείῳ τοῦ σταυροῦ καταργοῦσα ἔλεγεν αὐταῖς λέξεσι ταῦτα· «τί ζητεῖς οὐκ ἔχεις μέρος εἰς ἐμέ» ἔλαβεν οὖν φόβος καὶ τρόμος ἅπαντας, ὡς καὶ διαπορεῖν τῶν ἀκουσάντων ἕκαστον ὅτι· «πῶς ἣν ὁ κύριος ἐνώπιον τοῦ ἐπουρανίου πατρὸς ὁμολογῆσαι ἐπηγγείλατο (Ϡὅστις γάρϠ φησίν Ϡὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖςϠ) καὶ ἣν ἐξ αὐτῆς τῆς μητρῴας ὠδῖνος τῷ θεῷ ἀνατεθῆναι γινώσκομεν καὶ διὰ τῆς μοναδικῆς πολιτείας θεαρέστως τὸν βίον ἑαυτῆς διιθύνασαν, κατὰ ταύτης οὕτως ἀναιδῶς ὁ τῆς ἀληθείας ἐχθρὸς κεκίνηται» ἀλλὰ δόξα τῷ ἁγίῳ θεῷ τῷ τὴν ἑαυτοῦ δούλην κατ᾿ αὐτοῦ ἐνισχύσαντι· ἐπὶ γὰρ τῷ λόγῳ ἀπέδωκεν χαίρουσα καὶ ἀγγαλιωμένη τῷ κυρίῳ τὸ πνεῦμα. αἰσίως οὖν ταύτην κηδεύσαντες ἐν ὁσίων θήκαις ἀπέθεντο.

39. ἡ δὲ μακαρία Θεοδώρα ἔτι ἐκραταιοῦτο καὶ ἠνδρίζετο πρὸς τοὺς τῆς ὑπακοῆς πόνους καὶ ἡγεῖτο ἀρχὴν ἀρτίως τῶν πόνων ποιεῖσθαι· ἐφέρετο γὰρ γενναίως καὶ διεκαρτέρει ἐν τῷ μοναστηρίῳ καὶ ὥσπερ τις ἀθλητὴς ἐπὶ τοῦ
[p. 23] θεάτρου ἑστὼς ἠγωνίζετο κραταιότατα, ἐν οὐδενὶ τῆς ἐκ τῶν ἐναντίων φάλαγγος δειματουμένη, ἀλλὰ πᾶσαν προσβολὴν θλιβερῶν ἐπιοῦσα καὶ πάντα ἡδέως δεχομένη, τῶν ἀσθενεστέρων τὰς ψυχὰς πρὸς ἀνδρείαν κατὰ τῶν ἀοράτων ἐχθρῶν ἐπαλείφουσα ἦν. ἐπειδὴ γὰρ αἱ πλείους τῶν θαυμασίων ἐκείνων γυναικῶν, μεθ᾿ ὧν τὴν ἄσκησιν ἐποιεῖτο, αἱ μὲν πρὸ τῆς μεγάλης, αἱ δὲ μετ᾿ αὐτὴν πρὸς κύριον ἐξεδήμησαν, ὑπελείπετο δὲ οὐδεμία, ἥτις τῷ κατ᾿ αὐτὴν ζήλῳ τὰς ἀδελφὰς πρὸς ὑπακοὴν διεγείρειν ἔμελλεν· οὐχ οὕτω γὰρ λόγος ὡς ἔργον πρὸς ὅπερ ἐπείγει πείθειν ἐπίσταται. ἡ Θεοδώρα, ὥσπερ ἐπιλαθομένη τὴν ὑπὸ πλήθους ἐτῶν αὐτῇ προσγινομένην ἀσθένειαν, ἀεὶ τοῖς ἔμπροσθεν ἐπεκτείνετο· καὶ ἀπὸ δόξης εἰς δόξαν προκόπτειν ἠπείγετο· καὶ ἀναβάσεις ἐν τῇ καρδίᾳ διατιθεμένη, οὐκ ἐπαύετο τῆς πνευματικῆς ἐργασίας, ἀλλ᾿ ἐν πᾶσι ταῖς ἐπικειμέναις φροντίσι κοινωνὸς ὑπῆρχε ταῖς ἀδελφαῖς, τῇ σπουδῇ συμμεριζομένη τὰς φροντίδας καὶ τὸ πλεῖστον τῶν πόνων τῇ προαιρέσει ἐπικουφίζουσα· ἐξαιρέτως δὲ περὶ τὴν τῶν θείων γραφῶν ἀκρόασιν καὶ μελέτην καὶ τὴν ἐν παντὶ καιρῷ καὶ τόπῳ κατὰ διάνοιαν προσευχὴν ἄπαυστον· περὶ ταῦτα σπουδάζουσα ἦν, ἵν᾿, ὡς ἔφθην εἰπών, τῷ καθ᾿ ἑαυτὴν ὑποδείγματι πρὸς τὸν ὅμοιον ἀγῶνα τὰς μετ᾿ αὐτῆς συναμιλλᾶσθαι ποιήσειεν καὶ καθαρὸν ἑαυτῆς τᾶις τοῦ θελήματος ἐγκοπαῖς πρὸς τὸν τοῦ λόγου σκοπὸν τὸν νοῦν ἀποδείξειεν καὶ τῇ ἐν κυρίῳ μητρὶ τὸ σέβας ὁλόκληρον ἀπονέμοιτο, ἐκείνου ἑαυτὴν ἀξίαν τοῦ Ϡἐὰν ἐξάγῃς τίμιον ἀπὸ ἀναξίου, ὡς τὸ στόμα μου ἔσταιϠ καὶ τὸ Ϡοὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς,Ϡ πρὸ δὲ τούτων καὶ διὰ ταῦτα τὸ Ϡπείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὡς λόγον ἀποδώσοντες.Ϡ

40. ἐκέκτητο δὲ πρὸς τῇ τοῦ σώματος δουλαγωγίᾳ καὶ τῷ ταπεινῷ τοῦ φρονήματος καὶ τὴν τῶν ὀφθαλμῶν ἀκρίβειαν, τὸ ἐκ φιλοπόνου θέας τῇ ψυχῇ ἐπιὸν βέλος ἀπωθουμένη. καὶ τοῦτο δὲ παρὰ τῶν ἀκριβῶς τὰ αὐτῆς εἰδότων ἀκήκοα, ὅτι, εἴ ποτέ τις τῶν οὐ συνήθων χάριν εὐχῆς πρὸς αὐτὴν παρεγένετο, πρὸς τὴν γῆν βλέπουσα τὰς ἀποκρίσεις ἐποιεῖτο τῶν λόγων, μηδ᾿ ὅλως τῷ προσώπῳ τοῦ παραγενομένου ἐνατενίζουσα, μετὰ δὲ τὴν αὐτοῦ ὑποχώρησιν ἐπυνθάνετο, τίς τε εἴη καὶ ὁποῖον αὐτοῦ τὸ εἶδος τῆς ὄψεως. ἐκράτησε δὲ καὶ γλώσσης τοῦ λαλεῖν τὰ μὴ πρέποντα· οὐ γὰρ ὤφθη ποτὲ ἀκαίρως διαλεγομένη τινί, τὴν ὑπὲρ ἀργοῦ λόγου δεδιῶσα δίκην, ἐντεῦθεν τὸ μὴ ὀμνύειν διὰ τὸ Ϡἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλωςϠ καὶ τὸ μὴ λοιδορεῖν διὰ τὸ Ϡσὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σουϠ, καὶ τὸ μὴ κρίνειν διὰ τὸ Ϡσὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτηνϠ καὶ πᾶν ὁτιοῦν ἀρετῆς εἶδος αὐτῇ προσεγένετο· ἐντεῦθεν καὶ τὴν ἀγγελικὴν πολιτείαν
[p. 24] ἐκτήσατο καὶ τῆς θείας αὐτῶν πολλάκις φωνῆς ἐπακήκοεν· καὶ τοῦτο δῆλον ἐξ ὧν ἐκείνη πυκνῶς διηγόρευεν· ἐν γὰρ τῷ τῆς ἐκκλησίας νάρθηκι, πασῶν τῶν ἀδελφῶν κοιμωμένων, τὴν Θεοπίστην πολλάκις διανιστῶσα ἠρέμα ἔλεγεν· «ἀκήκοας τῆς ἔνδον ἐν τῷ ναῷ γεγενημένης μετὰ μέλους ἡδυτάτης ἀγγελικῆς ψαλμῳδίας» τοῦτο δὲ ἔλεγεν οὐ φανητιῶσα οὐδὲ κομπάζουσα τῷ χαρίσματι, ἀλλὰ τὴν αὐτῆς θυγατέρα πρὸς ἔφεσιν τῶν θείων χαρισμάτων ἐπαλείφουσα. ἔλεγε δὲ πολλάκις καὶ τοῖς κατὰ θεὸν γνησίοις αὐτοῖς· «πιστεύω τῷ θεῷ μου σαφῶς, ὡς οὐκ ἄν ποτε παρίδοι τὴν ἐν τοσούτοις ἔτεσιν παρ᾿ ἐμοῦ ἐπιτελουμένην τῆς ὑποταγῆς δουλείαν, ἀλλ᾿ ἐπισκέψεταί με ἐν τῷ ἐλέει τῆς αὐτοῦ χρηστότητος.» παρήγγειλε δὲ καὶ τῇ θυγατρὶ τοῦ ἰδίᾳ καὶ καταμόνας θάψαι τὸ ἑαυτῆς σῶμα, τὴν εἰς αὐτὴν γενησομένην παρὰ τοῦ κυρίου τῶν θαυμάτων ἐνέργειαν προαγγέλλουσα.

41. καλεῖ δέ με ἤδη βαδίζων ὁ λόγος καὶ ἐπὶ τὸ ἐν τοῖς ἐσχάτοις μὲν χρόνοις παρὰ τῆς ὁσίας Θεοδώρας γενόμενον, ὑπεραῖρον δὲ πάντα καὶ μᾶλλον τῶν ἄλλων τὴν ὑψηλὴν αὐτῆς κηρῦττον ταπείνωσιν· ὅπερ εἰ καὶ μικρὸν δοκεῖ, ἀλλὰ πολὺ μέγιστόν ἐστι τοῖς ἀκριβῶς εἰδόσι τὰ τῆς ὑποταγῆς ἔργα στοχάζεσθαι. ἡνίκα περὶ τὸν ἑβδομηκοστὸν τέταρτον (ἢ καὶ πρὸς) τῆς αὐτῆς βιώσεως ἔφθασε χρόνον καὶ τὸ σῶμα αὐτῆς ἄτονον τῷ βαθυτάτῳ γήρᾳ καὶ τῇ εἰς ἄκρον ἀσκήσει ἐγένετο καὶ οὐκέτι μετὰ τῶν ἀδελφῶν δουλεύειν οἵα τε ἦν, οὐ μὴν οὐδὲ κομίζειν ἐκ τοῦ φρέατος ὕδωρ· ἕως μὲν γὰρ τοῦτο ποιεῖν ἐδύνατο, ἔνδοθεν τῆς ἐπωμίδος μικρὰν ὑδρίσκην λαμβάνουσα καὶ κρυφίως ἀπιοῦσα τὸ ἀρκοῦν ὕδωρ ἐκόμιζεν, ἵνα μὴ αἱ ἀδελφαὶ θεωρήσασαι ἕνεκεν τούτου σκυλμόν τινα ὑπομείνωσιν· ἡνίκα δὲ οὐδὲ τοῦτο ποιεῖν ἐδύνατο, τὰς χεῖρας αὐτῆς τῷ ἀτράκτῳ δέδωκεν καὶ τὰ ἀποδεδοκιμασμένα καὶ τραχύτατα τῶν στυππίων καὶ τὰ ἐπὶ κοπρίας ὡς ἄχρηστα ἐρριμμένα ἔρια φιλοκαλοῦσα καὶ νήθουσα σάκκους εἰργάζετο· ἔλεγε γάρ· «τὸν ἀργὸν μηδὲ ἐσθίειν παρεκελεύσατο ὁ ἀπόστολος.» ἐξετέλει δὲ καὶ ὅσας ἐδύνατο διακονίας, ἕως εἰς τὸν τῆς καταπαύσεως λιμένα κατήντησεν.

42. τῷ δὲ ὀγδοηκοστῷ χρόνῳ ἡ μακαρία Θεοδώρα περὶ τὸν αὔγουστον μῆνα ἐνόσησεν ἡμέρας πέντε καὶ τῇ ἐπαύριον, γνοῦσα ὅτι τελευταία τῆς κατὰ σάρκα αὐτῆς ζωῆς ἡ ἐνεστῶσα ἐκείνη ὑπῆρχεν ἡμέρα, τὸν ἀνόθευτον ἔρωτα, ὃν ἐν τοῖς τῆς ψυχῆς ἀπορρήτοις εἶχεν ἐγκεκρυμμένον πρὸς τὸν μόνον οὐράνιον νύμφιον, δῆλον τότε τοῖς παροῦσιν ἐποίησεν, ταχέως ἐπιθυμοῦσα σὺν αὐτῷ γενέσθαι, τῶν δεσμῶν ἀνεθεῖσα τοῦ σώματος· οὐ γὰρ ξενισμόν τινα ἢ δειλίαν ἐπὶ τῇ τῆς ψυχῆς πέπονθεν διαζεύξει, ἀλλ᾿ ἐγεγήθει λίαν καὶ ἠγάλλετο, ὅτι καὶ αὐτὴ ἡ βραχυτάτη τοῦ γεώδους σκήνους ἀσθένεια μείζων καὶ τελεωτέρα ἀνάβασις τοῦ
[p.25] νοῦ αὐτῆς ἐξεγένετο. καὶ διὰ τοῦτο θᾶττον ὅτι μάλιστα ἐγγίζειν ἤθελεν ᾧ ἐκ νεότητος ἐνυμφεύθη Χριστῷ, ἢ ὅσον ἰδοὺ ἐπὶ θύραις ἦν ἡ ὥρα τῆς ἀναλύσεως. τοιγαροῦν μετὰ τὴν τοῦ ἡλίου ἀνάβασιν αἰτήσασα καὶ μετασχοῦσα τῶν ἀχράντων καὶ ἀθανάτων καὶ ζωοποιῶν μυστηρίων καὶ εὐσταλῶς ἑαυτὴν ἐν τῷ κλινιδίῳ, ἐν ᾧ κατέκειτο, ἀνακλίνασα καὶ τὰς χεῖρας ἐπιθεῖσα τῷ στήθει καὶ τοὺς ὀφθαλμοὺς σὺν τοῖς χείλεσιν ὡς ἐπὶ τοῦ φυσικοῦ ἡμῖν ἐγγινομένου ὕπνου προσφυῶς μύσασα εἰς τὴν αἰωνίαν καὶ ἄληκτον μετέβη ζωήν, τὸν καλὸν τῆς ἀσκήσεως ἀγωνισαμένη ἀγῶνα καὶ τὸν δρόμον τῆς ὑποταγῆς ἐν συντετριμμένῃ καὶ τεταπεινωμένῃ καρδίᾳ τελέσασα καὶ τὴν εἰς Χριστὸν τὸν θεὸν ἡμῶν πίστιν ἀμέμπτως τηρήσασα.

43. δήλου δὲ γενομένης τῆς αὐτῆς τελειώσεως, συνῆλθεν οὐ βραχὺς ἀριθμὸς μοναζουσῶν ἐκ τῶν γειτνιαζόντων μοναστηρίων. οὕτω γὰρ ᾠκονόμησεν ὁ ἐν κρυπτῷ βλέπων καὶ ἐν τῷ φανερῷ τὰς ἀμοιβὰς ἀποδιδοὺς κύριος περὶ τὴν αὐτῆς γενέσθαι κηδείαν, ἵνα μειζόνως ἡ αὐτοῦ ἀγαθότης εἰς τὸ μετὰ ταῦτα δοξάζηται κἀν τούτῳ παραδειχθῇ ἡ ἐκ νεότητος τῇ Θεοδώρᾳ κεκρυμμένως καὶ μυστηριωδῶς ἄγαν ἐμμελετηθεῖσα καὶ ἕως τέλους ἐν τῷ κρυπτῷ τῆς ψυχῆς ὑπάρχουσα ἀρετή. προέκειτο τοίνυν ἡ μακαρία Θεοδώρα τὴν ὄψιν ὑπὸ τοῦ γήρως πλήρη ῥυτίδων ἔχουσα· ἄφνω δὲ φαιδρὸν αὐτῆς ἀνεφάνη τὸ πρόσωπον, ὡς καὶ αὐγάς τινας ἐκ τοῦ κάλλους ἀποπέμπειν τοὺς φιλοπόνως ὁρῶντας δοκεῖν· ἐγένετο δὲ περὶ τὴν ὄψιν αὐτῆς καὶ ἱδρώς, θείας εὐωδίας ἐκπέμπων ὀσμήν, καὶ μειδιῶντι ἐῴκει τὸ τίμιον καὶ ἀγγελοειδὲς ἐκεῖνο πρόσωπον· τοσαύτην καὶ τηλικαύτην ἡ θεία δύναμις ἐνέθηκε χάριν τῷ σώματι. εἶτα ὁ μὲν των παρθένων ὕμνος τοῖς ὕμνοις
[Αρσενις p. 26 l. 7· θρήνοις] ἀναμεμιγμένως ἐτελεῖτο, ζήτησις δ᾿ ἦν, ὅποι ταύτης τὸ ἅγιον σῶμα κατάθοιντο· καὶ ἡ μὲν Θεοπίστη τὴν τῆς μητρὸς ἐντολὴν πληρῶσαι ἐθέλουσα, ἰδίᾳ ταύτῃ καινὸν τάφον κατασκευάσαι ἐσπούδαζεν, οἱ δὲ συμπαρόντες ἱερεῖς τε καὶ μονασταὶ δίκαιον εἶναι ἔλεγον μηδὲ ἐν τοῖς τάφοις τῶν συνασκουσῶν χωρισθῆναι· ἀλλ᾿ ὡς ἐν τοῖς μοναδικοῖς κατορθώμασιν οὕτως καὶ ἐν τῷ τάφῳ ὁμοῦ συνεῖναι τὰς ὁμοφρόνως δουλευσάσας Χριστῷ δίκαιόν ἐστιν· οὕτω γὰρ καὶ πᾶσι τοῖς μοναχοῖς ἔθος ἐστίν. ἐκράτησε τοίνυν τὰ τοῖς πολλοῖς δεδογμένα.

44. ἡνίκα δὲ τὸν τελευταῖον ἀσπασμὸν τῷ ἱερῷ σώματι μετὰ ψαλμῳδίας τε καὶ αἰδοῦς πάντες ἀπέδωκαν, Δημήτριός τις, τῇ τοῦ διακόνου τετιμημένος ἀξίᾳ καὶ ἐν τῷ τοῦ ἁγίου καὶ πανενδόξου μεγαλομάρτυρος Δημητρίου κεκληρωμένος ναῷ, ἔκπαλαι γνώριμος καὶ προσφιλὴς ὑπάρχων τῇ μακαρίᾳ Θεοδώρᾳ, ἐν τῷ καιρῷ ἐκείνῳ ἐπὶ ἐννέα μησὶν ἀρρωστίᾳ χαλεπωτάτῃ συνεχόμενος, ὡς ἐκ τῆς ταλαιπωρίας τοῦ παντὸς αὐτοῦ σώματος καὶ τὸν στόμαχον παντελῶς ἀσθενῆσαι καὶ δι᾿ αὐτοῦ πᾶσαν δεινῶς κεκακωμένην ἔχειν κεφαλὴν, ἀκούσας ὅτι ἡ
[p. 26] ὁσία πρὸς κύριον ἐξεδήμησεν, οὐκ ὤκνησεν παραγενέσθαι πρὸς τὴν κηδείαν τῆς μακαρίας· τρισσοῖς δὲ καταλύμασιν τὸν ἐκ τῆς ὁδοιπορίας διαναπαυσάμενος πόνον, μόλις λεπτῷ καὶ ξηρῷ ἄσθματι συνεχόμενος περὶ τὰ τέλη τῆς ψαλμῳδίας κατέλαβεν. ἅμα δὲ τῷ προσπεσεῖν αὐτὸν ἐπάνω τοῦ ἁγίου ἐκείνου σώματος καὶ δοῦναι αὐτῷ τὸν τελευταῖον μετὰ πίστεως ἀσπασμὸν εὐθέως τῆς ὑγείας ἐπέτυχεν, ὡς καὶ τροφῆς αὐθημερὸν μεταλαβεῖν μετ᾿ ὀρέξεως καὶ ὕπνου ἀπολαῦσαι καὶ οἰκείοις καλῶς βαδίσαι ποσὶν τὸν ἐπὶ πολὺν χρόνον τούτων μὴ ἀπολαύσαντα.

καὶ ἕτερος δέ τις τῶν γειτιαζόντων νεανίας, Ἰωάννης καλούμενος, ῥίγει τεταρταίῳ ἐπὶ δυσὶν ἔτεσιν σφοδρῶς συγκλονούμενος καὶ ὅλον ἐκτακεὶς τὸ σῶμα, μόνον τὸ ἅγιον κατηξιώθη τῆς ὁσίας ἀσπάσασθαι λείψανον, καὶ ἀπηλλάγη παραχρῆμα τῆς νόσου.

καὶ ἄλλος δέ τις νεανίας, ἀσθενείᾳ καὶ αὐτὸς συνεχόμενος, τῷ τοῦ ἁγίου λειψάνου ἀσπασμῷ ἀντὶ μεγίστης ἀντιδότου χρησάμενος, ὑγιὴς εἰς τέλος ἐγένετο.
45. περὶ δὲ ὥραν ἕκτην τῆς αὐτῆς ἡμέρας ἐνδόξως χερσὶν ἱερέων τε καὶ πατέρων ἡ ὁσία τῷ τάφῳ τῶν συνασκουσῶν παρεδόθη. ἡ μέντοι τῆς ἐκ τοῦ σώματος αὐτῆς ἐκδημίας ἡμέρα γέγονε κατὰ τὴν εἰκάδα καὶ ἐννάτην τοῦ αὐγούστου μηνὸς ἔτους ἀπὸ τῆς τοῦ παντὸς κόσμου κτίσεως, ἐξ οὗ δήπερ <χρόνος> εἴληφεν ἀρχὴν τῇ τοῦ ἡλίου μετρεῖσθαι φορᾷ, τετρακοσιοστοῦ καὶ ἑξακισχιλιοστοῦ. ὁ δὲ τῆς ἐν σαρκὶ παροικίας αὐτῆς χρόνος ἐστὶν οὗτος· γεγέννηται μὲν ἐν Αἰγίνῃ τῇ νήσῳ καὶ ἐκ σπαργάνων αὐτῶν τῆς μητρὸς ἀπεστέρηται· ἑπτὰ δὲ ἐτῶν γενομένη ὑπὸ τοῦ πατρὸς ἀνδρὶ νομίμως συζεύγνυται· ἐκεῖθεν δὲ μετὰ τὴν τῶν Σαρακηνῶν ἔφοδον μετανάσται μετὰ τοῦ συνοικοῦντος καὶ τοῦ πατρὸς ἐπὶ τὴν ἡμετέραν πόλιν τὴν Θεσσαλονίκην ἐγένοντο· τῷ δὲ εἰκοστῷ πέμπτῳ ἔτει τῆς ἡλικίας αὐτῆς ἔρημος τοῦ ἀνδρὸς γενομένη τῷ μοναστηρίῳ προσέφυγεν, ἐν ᾧ καὶ διετέλεσεν ἐν τῷ κοινοβιακῷ ἀθλοῦσα σταδίῳ ἔτη πέντε καὶ πεντήκοντα· ἐτελεύτησε δὲ κατὰ τὸν ὀγδοηκοστὸν τῆς ἡλικίας αὐτῆς χρόνον ἐπὶ τῆς βασιλείας Λέοντος καὶ Ἀλεξάνδρου τῶν χριστιανικωτάτων καὶ ὀρθοδόξων ἁγίων βασιλέων ἡμῶν τῷ ἕκτῳ ἔτει τῆς αὐτοκρατορικῆς αὐτῶν θεοσυνεργήτου βασιλείας, Ἰωάννου τοῦ ἁγιωτάτου ἐν τῇ καθ᾿ ἡμᾶς πόλει Θεσσαλονίκῃ τηνικαῦτα τὸν τῆς ἀρχιερωσύνης ἐπικοσμοῦντος θρόνον.

46. Θεοπίστη δὲ ἡ τὴν τοῦ εὐαγοῦς μοναστηρίου ἡγουμενίαν ἐγκεχειρισμένη, ἡ ὄντως καὶ φύσει καὶ τρόποις γνησία θυγάτηρ τῆς ὁσίας, τῷ πρὸς αὐτὴν θείῳ ἔρωτι κάτοχος οὖσα ἑπτὰ εὐλαβεστάτους ἱερεῖς παρεσκεύασε ποιεῖν τὰ κατὰ τὴν παράδοσιν τῆς ἁγίας ἐκκλησίας γινόμενα [Αρσενις p. 27 l. 21· τεσσαρακοστά] ὑπὲρ τῶν κατοιχομένων, αἰτησαμένη καθ᾿ ἡμέραν ἕνα τούτων ἐνταῦθα παραγενόμενον τὴν θείαν ἐπιτελεῖν λειτουργίαν. ὁ δὲ φιλάνθρωπος κύριος ὁ τοῖς κατὰ τὰς αὐτοῦ ἐντολὰς ἐν τῇδε τῇ
[p. 27] προσκαίρῳ πολιτευσαμένοις ζωῇ τὴν οὐράνιον δόξαν δωρούμενος, ὁ πιστὸς ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ, μέγα καὶ παράδοξον εὐθὺς σημεῖον εἰργάσατο, ὑπερβαῖνον καὶ νοῦν καὶ λόγον ἀνθρώπου, ὅπερ, εἰ καὶ μὴ ἦν ἕτερον, ἀρκεῖν ἡγοῦμαι καὶ μόνον εἰς τὸν ἁπανταχῇ κόσμον ἐξᾶραι καὶ μεγαλῦναι τῆς ὁσίας τὸ ὄνομα. καὶ ὃ διὰ τοῦ προφήτου λελάληκεν· Ϡἐκστήσονται υἱοὶ Ἰσραὴλ ἐπὶ τῷ κυρίῳϠ καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν, τοῦτο τοῖς ἀναξίοις ἡμῖν τοῖς ἔργοις αὐτοῖς ἐξεπλήρωσεν. ὄντως οὐχ οὕτως ὄψεται ἄνθρωπος ὡς ὄψεται θεός· ἄνθρωπος γὰρ εἰς πρόσωπον, ὁ δὲ θεὸς εἰς καρδίαν. τίς τῶν αὐτὴν εἰδότων κἂν τῷ νῷ ὑπέλαβεν, ὅτι τοσούτων ἀρετῶν ὁ θησαυρὸς ἐχρημάτιζεν τίς δὲ καθ᾿ ἡμέραν ὁρῶν αὐτὴν μέσον τοῦ κόσμου ἐπιμιγνυμένην ἅπασιν μέγα τι περὶ αὐτῆς ἐνενόησεν, ὡς ἔξω κόσμου ἑαυτὴν δι᾿ ἄκρας τοῦ νοῦ ἡσυχίας ἐποίησεν ὄντως οὐδὲν ὑψηλότερον τῆς ὑψηλῆς ταπεινώσεως· ταπεινοῖς γὰρ ὁ κύριος δίδωσι χάριν καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. ὁποῖον δὲ καὶ τὸ δι᾿ αὐτῆς ἐξαίσιον καὶ μέγα θαῦμα ὁ μεγαλόδωρος εἰργάσατο κύριος, εἰ δὲ καὶ μικρὸν φανεῖται ἀδυναμίᾳ τοῦ ἡμετέρου λόγου, ὅμως πειράσομαι κατὰ τὸ ἐμοὶ δυνατὸν διηγήσασθαι.

47. τῇ ἐννάτῃ ἡμέρᾳ τῆς πρὸς Θεὸν ἐνδημίας τῆς μακαρίας Θεοδώρας ἡ ἐπάνω τοῦ τάφου κρεμαμένη κανδύλα, ὀλίγου παντελῶς ἐν αὐτῇ ὄντος ἐλαίου, οὕτως ἦν καιομένη, ὡς ἔκπληξιν ἐμποιεῖν τοῖς ὁρῶσι, ἐν τηλικαύτῃ τοῦ φωτὸς λαμπηδόνι καὶ λέγειν ἐν ἑαυτοῖς· «τί ἄρα ἔσται τὸ καινοπρεπὲς θέαμα τοῦτο» ἀμέλει οὔτε ἐσβέννυτο οὔτε παντελὴς ἔκλειψις τοῦ ἐνυπάρχοντος ἐλαίου ἐγένετο, ἀλλ᾿ ἦν ἀφ᾿ ἑσπέρας ἕως τῆς ἐπιούσης ἑσπέρας καιομένη σφοδρῶς. τῇ δὲ ἑνδεκάτῃ μετὰ τὴν τελευτὴν ἡμέρᾳ, ἐννάτῃ δὲ τοῦ σεπτε<μ>βρίου μηνός, μετὰ τὸ τὴν ἀναίμακτον τῷ Θεῷ θυσίαν τὸν ἱερέα προσάξαι καὶ ὑποστρέψαι οἴκαδε, ἐπείπερ τὸ πῦρ τὸ ἐνυπάρχον τῇ κανδύλῃ ἔλαιον ἐκδαπανῆσαν ἦν, ἡ προεστῶσα προσθεῖναι ἔλαιον τῇ ἀναδεδεγμένῃ τὴν τοιαύτην φροντίδα παρεκελεύσατο, πανημέριον ταύτην ἐθέλουσα καίεσθαι· τῆς δὲ εἰς τὸ αὔριον τοῦτο ὑπερθεμένης, ὅτι καὶ σάββατον ἡ ἐπιοῦσα ἡμέρα ἦν, καὶ ἄμεινον καθαρθῆναι εἰπούσης καὶ οὕτω τὸ ἔλαιον δέξασθαι, τῇ προεστώσῃ ἁνδάνειν οὕτως ὡς καὶ καλῶς ἔχον τοῦτο ἐκέκριτο. βραχυτάτης δέ τινος παρελθούσης ὥρας καὶ τὴν αὐτὴν ἀδελφὴν χρείας τινὸς ἔνδον τῆς ἐκκλησίας γενέσθαι κατεπειγούσης, ὡς μόνον ἔνδον τῆς πύλης ἐγένετο, εἶδεν τὴν αὐτὴν κανδύλαν ἔλαιον ἀναπηγάζουσαν καὶ κρουνηδὸν τοῦτο χέουσαν· ὥσπερ δὲ λέβητος λαβροτάτῳ πυρὶ κάτωθεν καιομένου, τὸ ἐνυπάρχον ὕδωρ καχλάζον ἐκχεῖται, οὕτως ἐκ τῆς κανδύλης τὸ ἔλαιον ἀναπηγάζον ἀψοφητὶ κατέρρει ἐπὶ τὴν γῆν. ἔμφοβος δὲ γενομένη, προσελθοῦσα τῇ προεστώσῃ τοῦτο ἀνήγγειλεν· ἡ δὲ τῶν τῆς μητρὸς προρρήσεων εὐθέως ἐπιμνησθεῖσα ἐπὶ τὴν
[p. 28] ἐκκλησίαν τρόμῳ καὶ χαρᾷ παρεγένετο, διαπρυσίῳ φωνῇ τῷ φιλανθρώπῳ εὐχαριστοῦσα Θεῷ ἐπὶ τῇ ὑπὲρ λόγον τηλικαύτῃ ἐπισκοπῇ, ἣν ἐποίησεν διὰ τῆς δούλης αὐτοῦ Θεοδώρας. ἄφνω δὲ ἀνὰ πᾶσαν τὴν πόλιν ὥσπερ κήρυκος ἐπιβοῶντος ἡ φήμη διαδραμοῦσα πάντας ἐπὶ τῷ παραδόξῳ τοῦ θαύματος συνεκάλεσεν καὶ τοσοῦτοι (τεκμαίρομαι εἰπεῖν) ἀπὸ πάσης ἡλικίας καὶ παντὸς τάγματος παρεγένοντο, ὡς μηκέτι χωρεῖν τῶν συντρεχόντων τὸ πλῆθος μηδὲ τὰ τοῦ μοναστηρίου προαύλια· καὶ πάντες τὸ παράδοξον ἐκεῖνο καὶ μέγα θαῦμα θεώμενοι, ὅπως ἐκ τῆς κανδύλης κρουνηδὸν τὸ μυρίπνοον ἔλαιον ἔρρει ἐπὶ τὴν γῆν, μετὰ πίστεως χριόμενοι ἐξ αὐτοῦ ἀνθυπέστρεφον δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεόν. σκεῦος δὲ ὑποκάτω τῆς κανδύλης ἠναγκάσθησαν θεῖναι πρὸς τὸ ὑποδέχεσθαι τὸ καταρρέον ἔλαιον.

48. ἔκτοτε οὖν μέχρι τῆς σήμερον διαρκεῖ καιομένη καὶ μηδέποτε ἐπιλείπουσα· ἔστι δὲ ὅτε καὶ πυκνῶς ἀναβλύζουσα ἐπὶ τὴν γῆν κρουνηδὸν ἐκχεῖ τὸ ἐξ ἀδήλου φλεβὸς ἢ μᾶλλον εἰπεῖν θείας εὐλογίας ἀναδιδόμενον ἔλαιον. τοῦτο δὲ καὶ εἰς πολὺν οἶμαι παραταθήσεται χρόνον· ὁ γὰρ τὸν τοῦ ἐλαίου καμψάκην τῆς πάλαι ἐκείνης χήρας διὰ Ἠλίου μὴ ἐλαττονηθῆναι παρασκευάσας, ἵν᾿ ἐν λιμῷ τοιούτῳ τὴν τῆς ἐνδείας ἀνάγκην παραμυθήσεται, αὐτὸς διὰ τῶν τῆς ὁσίας πρεσβειῶν ἐπὶ πολὺν χρόνον ἀνελλιπῆ τοῖς δούλοις αὐτοῦ τὴν ὑπὲρ κατάληψιν τοῦ ἀειρρύτου ἐλαίου παράδοξον χορηγίαν χαρίσηται εἰς θεραπείαν σωματικῶν τε καὶ ψυχικῶν παθημάτων ὁμοῦ· ἅμα δὲ καὶ ἵνα τοῖς πᾶσιν ἀλαλήτῳ φωνῇ κηρύττῃ τὸν τῆς ὁσίας ἔλεον, ὃν πρὸς τοὺς δεομένους παρεῖχε. καὶ γὰρ ἐπειδὴ τὴν περὶ τὸν πλησίον ἀγάπην ἐν τοῖς ἁγίοις εὐαγγελίοις ἐν τῇ τῶν ἀσθενούντων ἀντιλήψει μᾶλλον ἤκουσε δείκνυσθαι, εἴ ποτε συνέβη τινὰ τῶν τῆς μονῆς ἀσθενῆσαι, μετ᾿ ἐντολῆς ἑαυτὴν ἐν τῇ τῆς ἀσθενούσης δουλείᾳ ὑπέβαλεν. ἠγάπα δὲ καὶ τὸ πεινῶντας τρέφειν καὶ διψῶντας ποτίζειν καὶ ξένους ἐπισυνάγειν καὶ γυμνοὺς περιβάλλειν καὶ πτωχοὺς ἀστέγους εἰς τὸν οἶκον εἰσάγειν, πρὸς τὴν τῆς ἀρετῆς τελειότητα. καὶ ἐπειδὴ ἀδυνάτως εἶχε τὰ τοιαῦτα διαπράττεσθαι, ὑπεξούσιος οὖσα, οὐδὲ τούτου τοῦ ἀγαθοῦ πλεονεκτήματος ὅσον ἐφικτὸν ἄμοιρον ἑαυτὴν ἐποιήσατο, ἵνα μὴ μόνον ἐν τῷ λέγειν Ϡκύριε, κύριεϠ ἀλλὰ καὶ ἐν τῷ ποιεῖν τὸ θέλημα τοῦ ἐπουρανίου πατρὸς διὰ τῆς πρὸς τὸν πλησίον ἀγάπης τὴν πίστιν ἐνδείξηται. ὅσοι γὰρ πρὸς τὸ μοναστήριον ἤρχοντο τῶν ἀναγκαίων ἐπιδεεῖς καὶ τῆς ἐφημέρου τροφῆς δεόμενοι, εἰ παρῆν ἐν τῷ μοναστηρίῳ ἡ μακαρία, τάχιον τὴν αὐτῶν ἐποιεῖτο προμήθειαν· τῶν γὰρ ἐν χερσὶν ἀμελοῦσα, δρόμῳ ἐχρῆτο πρὸς τὴν ἐμπεπιστευμένην τὴν τοιαύτην φροντίδα ἀδελφὴν καὶ παρ᾿ αὐτῆς λαμβάνουσα τοῖς ἀσθενέσιν ἐχορήγει τὰ πρὸς χρείαν· οὐ γάρ τι τῶν τοῦ αἰῶνος τούτου αὕτη ἐκέκτητο. μέγα δὲ ἁμάρτημα παρ᾿ ἐκείνῃ ἐκέκριτο
[p. 29] τὸ τὸν Χριστὸν αἰτοῦντα διὰ τῶν πενήτων ἐπὶ τοῦ μοναστηρίου χρονίζειν ἔξω τῆς θύρας [Αρσενις p. 29 l. 24· θυρωρεῖον].

49. διὰ τοῦτο οὖν ὁ ἐλεήμων κύριος μετὰ τὴν τὸν ἐνταφιασμὸν αὐτῆς πρώτην θαυματουργίαν ἐν ἐλαίῳ ἀεὶ ῥέοντι ἐποίησεν, ἵνα διὰ μὲν τοῦ ἐλαίου, καθάπερ ἔφθην εἰπών, τὴν πρὸς τοὺς δεομένους ἐλεήμονα προαίρεσιν φανερώσειεν, διὰ δὲ τοῦ ἀνελλιποῦς τὴν ἴσην Ἠλιοῦ τοῦ προφήτου παρρησίαν ἔχειν αὐτὴν ἐνδείξηται, ὡς μετάρσιον διὰ τῆς τῶν ἀρετῶν ἐπιβάσεως γεγενημένην καὶ ὡς τὸ γεῶδες ἀποβαλοῦσαν παραπέτασμα καὶ καθαρῶς καθορῶσαν αὐτόν. τούτου τί ἂν γένοιτο παραδοξότερον τίς δὲ οὕτως ἠλίθιος καὶ ἐμβρόντητος, ὡς τῷ τοιούτῳ ἀπιστεῖν θαύματι ὄντως οὐδεὶς ἢ ὅστις εἴωθεν τὰς τοῦ θεοῦ μεγάλας δωρεὰς καπηλικῶς καὶ σοβαρῷ τῷ φρονήματι λογίζεσθαι εἰς οὐδέν· εἰ γάρ τις μὴ ταῦθ᾿ οὕτως ἔχειν ὑπολαμβάνοι, αὐτόπτης ὡς κἀγὼ γενέσθω τοῦ θαύματος καὶ τοῖς λεγομένοις μὴ ἀπιστείτω. καὶ τοῦτο δέ μοί τις τῶν ἐγκρίτων ἱερέων, Σισίννιος τοὔνομα, ἀκριβῶς αὐταῖς ὄψεσιν ἰδὼν διηγήσατο ὅτι· «εἰσελθόντος μου πρὸς τὸν τάφον καὶ εὐχομένου, ἐσβεσμένη ἦν ἡ τὸ ἔλαιον κανδύλα διαβλυστάνουσα, ἄφνω δὲ εἶδον αὐτὴν κινουμένην σφοδρῶς καὶ ἐν τῷ κινεῖσθαι ἐξαφθεῖσαν ἄνευ πυρός.»

50. οὐ μετὰ πολλὰς δὲ ταύτας ἡμέρας γύναιον τῶν γειτνιαζόντων πενίᾳ συζῶν τὸν ἑαυτῆς ὑιὸν κομιδῇ νέον ὄντα, ἐκ δαιμονικῆς ἐπιστασίας τεταραγμένας κεκτημένον τὰς φρένας, ἐνταῦθα προσήγαγεν. καὶ γὰρ οὗτος οἷα δὴ νεανίσκος μειρακιώδεσι παιδιαῖς ἀσχολούμενος περὶ τὸν σεπτέβριον μῆνα ἡμέρας μέσης βαθυτάτῳ καύματι ἔν τινι τῆς πόλεως μέρει [Αρσενις p. 30 l. 5· φορυτῶν] ᾄττων καὶ τῇδε κἀκεῖσε φερόμενος, ἰξεύων τε καὶ παγίδας στρουθῶν τῇ γῇ κρυπτῶς ἐντιθείς, ταῖς τοῦ πονηροῦ συνελήφθη πάγαις. περὶ γὰρ ταῦτα πονούμενος εἶδέ τινα μακρὸν καὶ ὑψηλὸν φαινόμενον αἰθίοπα· καὶ θροηθεὶς τοῖς ποσὶ τὴν σωτηρίαν εὑρέσθαι κατηπείγετο. ἀλλ᾿ ἀπρὶξ αὐτὸν ὁ φανεὶς αἰθίοψ ταῖν χεροῖν κατασχών, ὥς μοι μετὰ τὴν ῥῶσιν διεσάφησεν, κατέβαλεν ἐν τῇ γῇ καὶ μέγαν κτύπον ἐν ταῖς ἐκεῖ πλησιαζούσαις καμάραις ποιήσας, ἐγένετο ἀφανής. μόλις δέ ποτε πρὸς ἑαυτὸν ἐλθὼν ὁ Θεόδωρος (τοῦτο γὰρ ὄνομα τῷ νεανίσκῳ) καὶ οἴκαδε κατηφὴς καὶ ἔμφοβος ἀπιών, φανερὰν ἐπὶ τοῦ προσώπου φέρων τὴν ἀγγελίαν τῆς συμφορᾶς, τῇ μητρὶ τὰ συμβεβηκότα ἀπήγγειλεν. ἡ δὲ (καὶ τί γὰρ ἡ μήτηρ) ἐξ αὐτῆς τῆς ὥρας τοῦ παιδὸς λαβομένη, τὰς ἑαυτῆς τίλλουσα πολιάς, ἐπὶ θεὸν καὶ τὴν ὁσίαν καταφεύγει. ἡνίκα δὲ ὁ παῖς πρὸς τὸν τόπον ἐγένετο, ἔνθα ἦν ὑπὸ γῆν τῆς ὁσίας τὸ λείψανον, εὐθὺς ὁ πονηρὸς δαίμων ἐλεγχθεὶς εἰς τοὐμφανὲς ἠνέχθη, καὶ περισκοτώσας τὸν δύστηνον παῖδα φροῦδον τοῦ λογισμοῦ κατέστησεν, ὡς καὶ πηδᾶν ἐπιχειρῆσαι καὶ πειρᾶσθαι τὸν σηκὸν ἀνατρέπειν, ἀποτρόπαιά τε λέγειν καὶ ἀσέμνως βοᾶν καὶ προσφωνούμενος ἀλλόκοτα φθέγγεσθαι. ῥηταῖς οὖν ἡμέραις ἡ τοῦτον γεννήσασα
[p. 30] προσκαρτερήσασα σὺν αὐτῷ, ἀρτίφρονα καὶ ἐρρωμένον τοῦτον ἀπέλαβεν. καὶ γὰρ ὑπνοῦντι αὐτῷ ἡ ὁσία ἐπιφανεῖσα, «τί δῆτα πάσχεις, ὦ παῖ» φησίν· τοῦ δὲ τὴν κεφαλὴν ὑποδείξαντος, «ἀνάστηθι,» ἔφη «οὐδὲν κακὸν ἀπὸ τοῦ νῦν ἔχεις.» παραυτίκα γοῦν διυπνισθεὶς καὶ θᾶττον ἢ λόγος ἀναστὰς καὶ τὴν τὸ ἔλαιον κανδύλαν πηγάζουσαν κρουνηδὸν θεασάμενος καὶ τὴν κεφαλὴν ἀλειψάμενος ἀπηλλάγη τῆς ψυχοφθόρου λύμης τοῦ δαίμονος.

51. καὶ ἕτερος δέ τις νεανίσκος, Γεώργιος προσαγορευόμενος, καὶ αὐτὸς ἐκ τῆς ἡμετέρας περιφανοῦς ὁρμώμενος πόλεως, παιδιόθεν σφοδρῶς ὑπὸ δαίμονος ἐνοχλούμενος εἰς τὸν τῆς ὁσίας τάφον ὑπὸ τῶν τεκόντων προσάγεται. προσεδρεύουσα δὲ μετὰ τοῦ παιδὸς ἡ τοῦτον τεκοῦσα καὶ νηστείαις καὶ δάκρυσι τὸν Θεὸν ἐξιλεουμένη καὶ τὸν υἱὸν οἴνου καὶ ἐλαίου καὶ ἐμψύχου παντὸς κεκτῆσθαι βιαζομένη ἐγκράτειαν, ἐκ τοῦ καταρρέοντος τῆς κανδύλης ἐλαίου ἀπὸ κεφαλῆς ἕως ἄκρων ποδῶν ἤλειφεν, μεγάλως τὸ τῆς ὁσίας ἐπιβοωμένη ὄνομα, μάλιστα ὁπότε αὐτὸν τὸ ἀκάθαρτον πνεῦμα ἐπιλαβόμενον ἔρριπτεν. ἐν μιᾷ οὖν τῶν νυκτῶν θεωρεῖ τις τῶν ἀσκουσῶν κατ᾿ ὄναρ τὴν ὁσίαν Θεοδώραν ἐπὶ τὴν τῆς αὐτῆς μονῆς ἐκκλησίαν βαδίζουσαν, σκεῦος ὑέλινον πλῆρες ἐλαίου τῇ χειρὶ κατέχουσαν, οὗ ἐν τῷ μέσῳ καιομένη λαμπὰς κατεφαίνετο, συνεισπορευομένους μὲν ἑκατέρωθεν ἔχουσαν δύο νεανίσκους εὐειδεστάτους λευχειμονοῦντας, ἕτερον δέ τινα λαμπρὸν τῷ εἴδει κληρικὸν προηγούμενον, θυμιατήριον τῇ χειρὶ κατέχοντα καὶ θυμιῶντα. ὃς τὸ τῶν ἀσθενούντων πλῆθος ἐν τῷ ναῷ κατακείμενον περὶ τὸν τῆς ὁσίας τάφον θεασάμενος (ἐκ γὰρ τῶν προγεγονότων θαυμάτων οὐκ ὀλίγος ἐπὶ τὰ ἐνθάδε συνηθροίζετο ὅμιλος), τούτους οὖν ἵλεῳ προσβλεψάμενος ὄμματι, ἐπιρραντίσαι τὴν ὁσίαν ἐξεμειλίσσετο. ἡ δὲ τοῦτο ποιοῦσα πρὸς τὴν τοῦ νεανίσκου στρωμνὴν παρεγένετο καὶ πρὸς τῇ κεφαλῇ τούτου παρακαθίσασα τῷ λιχανῷ τῆς δεξιᾶς χειρὸς δακτύλῳ τὸ τούτου στόμα διχάσασα ἐξήγαγεν εἰδεχθές τι καὶ δυσῶδες, ὅπερ ἐν τῷ τῆς ὁσίας δακτύλῳ ὡς ἀνθρώπου περιττὰ κατεφαίνετο· ὃ καὶ τινάξασα ἔρριψεν ἐν τῇ γῇ. τοῦτο δὲ ἐποίησε τρὶς καὶ δῆθεν πτυέλῳ τὸν ἑαυτῆς δάκτυλον ἀπονίπτουσα καὶ τῷ τοῦ νεανίσκου ἱματίῳ ἐκμάσσουσα ἔλεγεν· «οὐδὲν κακὸν ἔχεις, ἐγέρθητι.» ἔκτοτε οὖν ἐφυγαδεύθη ἀπ᾿ αὐτοῦ τὸ ἀκάθαρτον πνεῦμα καὶ ἰάθη ὁ νεανίσκος ἀπὸ τῆς ὥρας ἐκείνης.

52. τούτων οὖν ὧδε ἐχόντων, εἴπωμεν καὶ ἕτερον θαυματουργίας τρόπον, τῶν εἰρημένων οὐκ ἐλάττονα· οὐδὲ γὰρ θέμις τοῖσδε μόνοις ἡμᾶς καλλωπίζεσθαι. ἐν γὰρ ὀλίγαις ἡμέραις ἀπείρῳ θαυμάτων πλήθει τὴν ὁσίαν κατακοσμήσαντος τοῦ Θεοῦ, ἐπειδὴ διὰ ταύτας τὰς θείας θαυματουργίας ἐν τοῖς ἁπάντων ᾔδετο στόμασιν καὶ μεγαλύνεσθαι ταύτην εὐδόκησε κύριος, θεμιτὸν ἦν ἤδη καὶ τὴν ταύτης εἰκόνα εἴσω τῶν ἱερῶν περιβόλων ἱεροπρεπῶς ἀναστηλωθῆναι, ὡς
[p. 31] ἂν σχετικῶς προσκυνουμένη σεβάζοιτό τε μᾶλλον καὶ ἐκθειάζοιτο καὶ τοὺς προσκυνοῦντας καθαγιάζουσα θείας ἐμπιπλᾷ χάριτος. καὶ τοῦτο δὲ τοιοῦτον ἔσχε τὸν τρόπον, θαυμαστὸν ὡς ἄν τις εἴποι καὶ θεοῦ ἄξιον, ἵνα κἀν τούτῳ ἡ ὁσία δοξάζηται καὶ μή τινες τῶν ταύτης κατορθωμάτων ἀγνῶτες τυγχάνωσιν.

ὤφθη ζωγράφῳ τινὶ τοὔνομα Ἰωάννῃ, ἐν σαρκὶ μηδ᾿ ὅλως τὴν ὁσίαν θεασαμένῳ Θεοδώραν μήτε μὴν εἰς τὸ εὐαγὲς ἐν ᾧ ἤσκητο εἰσεληλυθότι μοναστήριον· τῷ τοιούτῳ οὖν ὄψις φαίνεται τοιαύτη· εἶδεν ἑαυτὸν ἀνακείμενον εἰς τὴν ἐκκλησίαν τοῦ αὐτῆς κοινοβίου ἐν τῷ νάρθηκι, ἐν δὲ τῷ μέσῳ τῆς ἐκ δεξιῶν τῇς αὐτῆς ἐκκλησίας στοᾶς, ἣ καὶ τέμενος τῆς ὑπεραγίας θεοτόκου καθέστηκεν, ἐν ᾧ καὶ τὸ ἅγιον τῆς ὁσίας κατέκειτο λείψανον, ὁρᾷ κανδύλαν κρεμαμένην καὶ ἔλαιον ἀναβλυστάνουσαν, ὑποκάτω δὲ ταύτης σκεῦος ὀστράκινον κείμενον καὶ τὸ ἐκ τῆς κανδύλης καταρρέον ὑποδεχόμενον ἔλαιον.

53. ἕωθεν οὖν μετὰ τὸ γρηγορῆσαι συναντᾷ αὐτῷ τις τῶν συνήθων αὐτῷ καί φησιν· «ἐπὶ τὸν τοῦ πρωτομάρτυρος ναὸν πορευσώμεθα, ἵνα τὴν αὐτοῦ εἰκόνα ἀναστηλώσειας.» τῷ μοναστηρίῳ τοίνυν προσπελάσαντες [Αρσενις p. 32 l. 2-3· καὶ κρούσματι τῆς πύλης καταμηνυθέντες τῇ προεστώσῃ] ἐπὶ τὴν ἐκκλησίαν εἰσῆλθον· ἅμα δὲ τῷ ταύτης προσβῆναι φλίῳ [Αρσενις p. 32 l. 4· μόνον δὲ τὸν ταύτης προσβάντες οὐδόν], τὸν νάρθηκα ὁ ζωγράφος ἀναγνωρίσας καὶ τὰ ἐν τῷ ὀνείρῳ ὁραθέντα τῷ νῷ ἀθροίσας καὶ ἀνατυπώσας τεκμήρια τῷ συνόντι ἐφθέγξατο· «ὄντως, ἀδελφέ, κατὰ τὴν νύκτα ταύτην τούτῳ τῷ ναῷ ἀνεκείμην καθ᾿ ὕπνους.» καὶ διηγήσατο πάντα τὰ ὁραθέντα αὐτῷ, τά τε τῆς ἐκκλησίας τά τε τῆς κανδύλης καὶ τὸ ἐκ ταύτης ἔλαιον καὶ τὸ τοῦ ὀστρακίνου σκεύους εἶδος. ὡς δὲ καὶ ἡ εὐχὴ αὐτῶν τέλος εἶχεν καὶ τὰ ὁραθέντα ὁ τεθεαμένος οὐκέτι καθ᾿ ὕπνους ἀλλ᾿ αὐταῖς ἔβλεπεν ὄψεσι, τὴν ἐν τῇ ἐκκλησίᾳ τότε τυγχάνουσαν μοναχὴν φιλοπόνως ἐπύθετο, δι᾿ ἥντινα τὴν αἰτίαν τὸ σκεῦος ὑποκάτω τῆς κανδύλης ταύτης κατάκειται· οὐ γὰρ ὑπερεκχεῖτο κατ᾿ αὐτὴν τὴν ὥραν, ὅτε εἰς τὴν ἐκκλησίαν εἰσῃει, τὸ ἔλαιον, ὡς ἐν ὀνείρῳ τεθέαται. ἡ δὲ μοναχὴ πάντα καθεξῆς διεσάφησεν, οἱ δὲ παρατυχόντες ἐκεῖ ἄνθρωποι, ἐπεὶ μηδ᾿ ἔργοις τὴν κανδύλαν ἀναβλύζουσαν εἶχον ὁρᾶν, οὐκ ἐπίστευον· παρέπεται γὰρ τοῖς ἐχέφροσιν ὄψει μᾶλλον καὶ ἁφῇ πιστεύειν ἢ ἀκοῇ. οἱ μὲν οὖν ἐν τῇ καρδίᾳ πάντα τὰ περὶ τῆς ὁσίας λαληθέντα συμβαλόντες ἐπορεύθησαν οἴκαδε.

54. καὶ τῇ νυκτὶ ἐκείνῃ πάλιν ὁρᾷ ἑαυτὸν ὁ ζωγράφος σκιαγραφοῦντα εἰκόνα μοναχῆς, ἔνθα νῦν τὸ σεπτὸν σῶμά ἐστι τῆς ὁσίας Θεοδώρας, τὸ μὲν ὁποίας ὡρισμένως, ὡς μεθ᾿ ὅρκου μοι διηγήσατο, οὐκ ᾔδει, ᾤετο δὲ τῆς μοναχῆς τῆς χθὲς λαλούσης μετ᾿ αὐτοῦ τὴν εἰκόνα σκιαγραφεῖν. ὁμοίως δὲ καὶ τῇ ἐπιούσῃ τὰ αὐτὰ πάλιν ἀπαραλλάκτως θεασάμενος καὶ πιστωθεὶς ἐκ Θεοῦ καὶ θεῖον εἶναι τὸ ὅραμα, παραγενόμενος εἰς τὸ μοναστήριον καὶ τὰ ὁραθέντα τῇ προεστώσῃ διηγησάμενος ἀνεστήλωσε τὴν τῆς ὁσίας Θεοδώρας εἰκόνα, μὴ παρά τινος ἀναμαθὼν μέγεθος ἡλικίας ἢ χροιᾶς εἶδος ἢ χαρακτῆρα θεωρίας· καὶ τῇ τοῦ Θεοῦ
[p. 32] ὁδηγίᾳ, ταῖς τῆς ὁσίας εὐχαῖς ὁδηγούμενος, οὕτως αὐτὴν ἐξεικόνισεν, ὥστε λέγειν τοὺς ἀκριβῶς εἰδότας αὐτὴν τὴν αὐτὴν ἔχειν {λέγειν} μορφήν, ὅτε τοῦ τέλους τετύχηκεν [Αρσενις p. 32 l. 33· ὅτε νεωτέρα τῷ χρόνῳ ἐτύγχανεν]. μετὰ δὲ ῥητὸν χρόνον ἐκ τῆς παλάμης τῆς δεξιᾶς χειρὸς τῆς ἁγίας ταύτης εἰκόνος ἔλαιον μυρίπνοον ὡράθη ἀναδιδόμενον, ὅπερ μέχρι τοῦ νῦν ἐκχεῖται ποταμηδόν, ὡς καὶ τὴν τῆς εἰκόνος ἐκπλῦναι χρωματουργίαν. σκεῦος οὖν μολίβδινον ἠναγκάσθησαν ἐν τοῖς τῆς εἰκόνος ἐνιδρῦσαι ποσίν, ἵνα μὴ τὸ ἀναδιδόμενον ἔλαιον καταρρέον ἐπὶ τὴν γῆν ἀφανίζηται. ἐξεχύθη οὖν ἀνὰ τὴν πόλιν καὶ τὴν περίχωρον πᾶσαν ἡ φήμη καὶ τοῦ δευτέρου τούτου θαύματος καὶ πάντες ἐπὶ τὸν τῆς ὁσίας τάφον ὡς εἰς ἀκύμαντον λιμένα κατέφευγον καὶ τοὺς ἀσθενεῖς μετὰ πίστεως φέροντες ἐπὶ τὸ ἄμισθον τοῦτο ἰατρεῖον, χαίροντες ὑπενόστουν οἴκαδε, ἐρρωμένους τοὺς πρὸ μικροῦ νοσοῦντας λαμβάνοντες.

55. τίς γὰρ πρὸς τὸν τῆς ὁσίας Θεοδώρας παραγενόμενος τάφον ἐν ὀδύνῃ καρδίας ἀνεχώρει τίς ὀχλούμενος ὑπὸ πνεύματος ἀκαθάρτου τὸ ἐκ τῆς κανδύλης καὶ τῆς ἁγίας εἰκόνος ἀλειψάμενος ἔλαιον οὐκ ἀπηλλάγη τοῦ δεινῶς πειράζοντος δαίμονος τίς ὀφθαλμοὺς λημῶντας ἔχων ἐξ οἱασδηποτοῦν αἰτίας οὐ θᾶττον τὴν αὐτῶν ἀποβάλλεται λύμην [λεγε· λήμην]; περὶ δὲ τῶν ἐν ῥίγει δεινῶς τὰ σώματα συγκλονουμένων καὶ ἀνιάτως λοιπὸν ἔχειν νομιζομένων καὶ παρὰ ἀνθρώπων ἀπογινωσκομένων καὶ τὴν ἑαυτῶν σωτηρίαν ἐνταῦθα κομιζομένων περισσὸν ἐμοὶ γράφειν· ὑπερβαίνει γὰρ καὶ λόγου φύσιν καὶ νοὸς κατάληψιν ἡ τούτων ταχυτάτη ἐπίσκεψις. οἱ μὲν γὰρ τῷ τάφῳ ἑαυτοὺς ἐπιρρίπτοντες εὐθὺς τὴν ὑγείαν κομίζονται, οἱ δὲ καὶ τὸ τῆς κανδύλης ἢ τὸ τῆς εἰκόνος ἀλειφόμενοι ἔλαιον, τινὲς δὲ καὶ μεταλαμβάνοντες ἐξ αὐτοῦ· καί, ἁπαξαπλῶς εἰπεῖν, ὅσοι μετὰ πίστεως ἀληθοῦς προστρέχουσιν, οἱῳδήποτε νοσήματι κατεχόμενοι, πάντες τὰς ἰάσεις λαμβάνοντες, χαίροντες καὶ δοξάζοντες τὸν ποιοῦντα μεγάλα καὶ ἐξαίσια διὰ τῶν ἀγαπώντων αὐτὸν Χριστὸν τὸν θεὸν ἡμῶν καὶ τὰ τῆς ὁσίας κηρύττοντες θαύματα, παλινδρομοῦσιν οἴκαδε.

56. τὰς οὖν ἀνεκφράστους καὶ ἀνεκδιηγήτους τῆς ὁσίας μητρὸς ἡμῶν θαυματουργίας γυνή τις τῶν ἐπιφανῶν καὶ τιμίων ἀκούσασα, Εὐθυμίου σύνευνος τοῦ στρατηγέτου, ἐν ταῖς ἑπταπύλοις Θήβαις τὰς οἰκήσεις ποιουμένη (καθάπερ γὰρ ὑπόπτερος ἡ φήμη πανταχοῦ τῆς γῆς διέδραμεν), διὰ πιστοτάτου οἰκέτου γράμμασι παρακλητικοῖς πρὸς τὴν τῆς μονῆς προεστῶσαν χρησαμένη ἐκ τοῦ ἀναβλύζοντος ἁγίου ἐλαίου ᾐτήσατο. ἐκέκτητο δὲ ἡ αὐτὴ κοσμιωτάτη γυνὴ παιδίσκην, κατὰ πάντα αὐτῇ οὖσαν ἐράσμιον ἔργοις τε καὶ φρονήσει τῶν ἄλλων αὐτῆς θεραπαινίδων ὑπερέχουσαν, πρὸ τριετοῦς χρόνου τὴν τῶν ὀμμάτων ὑπομείνασαν τύφλωσιν. ὡς δὲ τῆς αἰτήσεως οὐκ ἀπέτυχεν ἀλλ᾿ ἐν χερσὶ τὸ σκεῦος, ἐν ᾧ τὸ ἔλαιον, καθάπερ αὐτὴν ἢ καί τι τῶν τῆς ὁσίας λειψάνων ἐδέξατο καὶ πάντας τοὺς περὶ τοὺς ἐκεῖσε χώρους τὰ σώματα πάσχοντας ἐκ τοῦ ἀποσταλέντος ἁγίου
[p. 33] ἐλαίου ἀλείφουσα θᾶττον τῆς ἰάσεως πολλοὺς τυχόντας αὐταῖς ὄψεσιν ἐθεάσατο, ἐπὶ τοὺς ὀφθαλμοὺς τῆς θεραπαινίδος συχνῶς ἐκχεῖσθαι τὸ εὐῶδες προσέταξε ἔλαιον· καὶ δὴ ἐντὸς ὀλίγων ἡμερῶν ἡ δούλη ἐκείνη ἐγένετο ὑγιής, τῷ θείῳ τῶν ὀφθαλμῶν καθαρθέντων φαρμάκῳ, ὅπερ ἐστὶν ἡ ἐκ τῶν τῆς ὁσίας πρεσβειῶν καὶ τῆς ἐπαλείψεως τοῦ ἁγίου ἐλαίου ἰαματικὴ τῶν παθῶν θεραπεία.

57. ἐν ταῖς ὑπὸ τὴν ἡμῶν περιφανῆ μεγαλόπολιν τελούσαις κώμαις ἔστι τις λεγομένη Μυριόφυτος. ἐν ταύτῃ ἦν ἀνὴρ ὀνόματι Ἠλίας, ἐξ Ἀμαλὴκ ἕλκων τὸ γένος καὶ τῇ τῶν εἰκονοκαυστῶν αἱρέσει ἐκ προγόνων προσηλωμένος· ὃν πλεῖστοι μὲν ἱερεῖς τε καὶ λαϊκοὶ ἠνάγκασαν τὴν δυσσεβῆ ἀναθεματίσαι μανίαν καὶ τῇ ὀρθοδόξῳ τῶν χριστιανῶν προσκυρωθῆναι πίστει· καὶ οὐκ ἠδυνήθησαν τὸν αὐτοῦ κάμψαι λογισμόν. εἰσβαλόντι δὲ αὐτῷ διά τι τῶν ἀναγκαίων ἐν τῇ πόλει, ἐντυχὼν αὐτῷ τις τῶν συνήθων Θεόδοτος, οὗ τὴν περὶ τὴν ὁσίαν πίστιν ἐν τοῖς ἐφεξῆς ὁ λόγος δηλώσειεν, τὰ τῆς ὁσίας διεξῄει πολλοῦ θαύματος ἄξια θαύματα καὶ ὅπως ἐκ τῆς ἁγίας εἰκόνος τὸ εὐῶδες ἀναπηγάζει ἔλαιον, εἰς προσκύνησιν ἐνάγων αὐτὸν τῶν προσκυνητῶν εἰκόνων· ὁ δὲ κατανυγεὶς ἐκ θεοῦ τὴν καρδίαν, περιαιρεθέντος τοῦ ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπικειμένου καλύμματος, ἔφη· «ὄντως εἰ ἀληθῆ τὰ παρὰ σοῦ λεγόμενα πέφυκεν, ἀναθεματίζω τὴν ἐκ τῶν πατέρων μου παραδεδομένην θρησκείαν καὶ τῇ ὑμῶν προσκυροῦμαι πίστει.» ὁ δὲ ἀξιομνημόνευτος ἐκεῖνος ἀνὴρ μηδὲν μελλήσας λαβὼν τὸν αἱρετικὸν ἄνθρωπον ἐπὶ τὰ ἐνθάδε προσήγαγεν. ἐλθὼν οὖν ἐκεῖνος καὶ ἀκριβῶς ἀναθεωρήσας τὸ ἐκ τῆς εἰκόνος βλυστάνον ἔλαιον καὶ χερσὶ ψηλαφήσας καὶ τὸν νοῦν πιστωθείς, τὸ γόνυ κλίνας καὶ πρὸς τὴν γῆν ἐρείσας τὸ πρόσωπον καὶ ἐκ τοῦ καταρρέοντος ἐλαίου τὸ ἰσχίον αὐτοῦ δεινῶς ἀλγοῦν ἀλειψάμενος καὶ τὴν ταχίστην τῆς ὁσίας ἐπισκοπὴν αἰσθόμενος, εὐχαριστηρίους πρὸς τὸν μὴ θέλοντα τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτὸν ἠφίει φωνάς, «εὐχαριστῶ σοί, Χριστὲ ὁ Θεὸς» λέγων «ὅτι οὐκ ἐγκαταλέλοιπάς με ἐν τῇ προγονικῇ μου θανατωθῆναι μανίᾳ, ἀλλ᾿ ἠλέησάς με τὸν ἁμαρτωλόν, ἀνάξιον ὄντα καὶ τοῦ ζῆν, καὶ ἐπανήγαγές με ἐκ τῆς ὁδοῦ τῶν πλανωμένων εἰς τὴν ἀληθινὴν ὁδὸν τῆς ἐπουρανίου σου βασιλείας καὶ ἀφήρπασάς με ἐκ τῶν ψυχοφθόρων τοῦ λέοντος μυλῶν καὶ συνηρίθμησάς με τῇ ποίμνῃ τῶν ἐκλεκτῶν σου προβάτων τῶν γινωσκόντων σε καὶ ὑπὸ σοῦ γινωσκομένων καλῶς. διὸ προσκυνῶ τὴν πανάχραντον καὶ σεβάσμιον εἰκόνα σου καὶ τῆς παναχράντου θεοτόκου τῆς τεκούσης σε τὸν κύριον καὶ θεόν μου καὶ πάντων τῶν ἀπ᾿ αἰῶνός σοι εὐαρεστησάντων ἁγίων.» καὶ ταῦτα λέγων, κατησπάζετο τὴν τῆς ὁσίας μητρὸς ἡμῶν Θεοδώρας εἰκόνα καὶ ἐκ τοῦ ἁγίου ἐλαίου ὅλον τὸ σῶμα αὐτοῦ ἀλειψάμενος καὶ εὐξάμενος ἐπὶ πολύ, χαίρων καὶ
[p. 34] εὐφραινόμενος, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, τῇ ὀρθοδόξῳ ἐστηριγμένος πίστει καὶ διαπρυσίως τὴν ἑαυτοῦ δημηγορῶν σωτηρίαν.

58. ἀλλ᾿ οὐδὲ ἐκεῖνο τὸ μέγιστον καὶ παράδοξον θαῦμα χρεὼν καταλιπεῖν ἀνιστόρητον· ἔστι γὰρ ἐξαίσιον ἓν τῶν παριστώντων αὐτὴν ὁποία τις πρὸς θεὸν ἐτύγχανεν οὖσα, οὐ μὴν ἀλλὰ καὶ ἱκανὸν γνωρίσαι τὸ τοῦ θεοῦ καὶ σωτῆρος εὐσυμπαθὲς ὑπερφυῶς καὶ φιλάνθρωπον. διὰ τοῦτο δὴ καὶ διηγήγασθαι τοῦτο προῄρημαι· τοῖς γὰρ ἐν καθαρῷ τῷ μαρτυρίῳ τῆς συνειδήσεως πρὸς τὴν ἄφθονον τῶν ἀγαθῶν κρήνην προστρέχουσιν (λέγω δὴ τὸ ζῶν αὐτῆς λείψανον, ἀφ᾿ οὗ ποταμοῦ δίκην αἱ τῶν θαυμάτων χάριτες ἀναβλύζουσιν καὶ τὴν σύμπασαν περικυκλοῦσιν ἤπειρον) ἢ καὶ τοῖς πόρρωθεν τὸ αὐτῆς ἐπικαλουμένοις παμπόθητον ὄνομα τὰς αἰτήσεις προσφόρως παρέχει· οὕτως τοὺς περὶ τὸν ἀνεπίληπτον αὐτῆς βίον ἀμφιβάλλοντας ὡς ἐκ βυθοῦ θαλάσσης τῆς περὶ αὐτὴν ἀπιστίας ἀνάγει καὶ τῷ φωτὶ τῶν θαυμάτων αὐτῆς σκότου παθῶν λυτρουμένη φωτίζει καὶ τὰς τῶν σωμάτων ὀδύνας θεραπεύουσα πείθει διαπρυσίως κηρύττειν τὴν πρὸς θεὸν αὐτῆς παρρησίαν καὶ δύναμιν.

59. μοναχοί τινες, ἐν σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς διαιτώμενοι, ἐκ διαφόρων ὀρῶν τῶν ἔγγιστα κειμένων τῆς περιφανοῦς ἡμῶν πόλεως κατ᾿ εὐχὴν ἐν τοῖς ἁγίοις ναοῖς ἐπιφοιτῶντες ἐν τῇ καθ᾿ ἡμᾶς πόλει συνέδραμον· καὶ γενόμενοι ἐπὶ τὸ αὐτὸ ἔν τινι τόπῳ, παντοίους ἀνακινούντων πάντων λόγους περὶ ὠφελείας ψυχῆς, πολλῶν πατέρων βίους τῆς ἀφορμῆς τοῦ λόγου ὑποβαλλούσης, οἷα εἰκὸς ἐν τοῖς τοιούτοις συμβαίνει (οὐδὲ γὰρ ἦν τὴν τούτων συντυχίαν ἐν σιωπῇ εἶναι), εἰς μνήμην τοῦ ταύτης βίου προῆλθε ῥέων ὁ λόγος. καὶ δὴ θαυμαζόντων ἁπάντων, ὅτι πῶς ἐν πόλει καὶ γάμῳ γυνὴ προσομιλήσασα εἰς τοσοῦτον ἐπήρτηται δόξης ὕψος παρὰ Θεοῦ, ὡς καὶ πάσας ὑπερνικῆσαι τὰς παρ᾿ ἡμῶν γινωσκομένας τοῖς θαύμασιν, καὶ πάλιν δισταζόντων, ὡς μή τινος ἐξ αὐτῶν ἀκριβῶς εἰδότος τῶν λεγομένων τὴν ἀληθῆ δι᾿ ὄψεως μαρτυρίαν καὶ δύναμιν, ὁμοθυμαδὸν τἀνθάδε καταλαβεῖν πάντες ἔκριναν. καὶ δὴ γενόμενοι καὶ ἄλλου ἄλλο ἀνερωτῶντος καὶ ἐξετάζοντος καὶ τὸ ἐκ τῆς εἰκόνος καταρρέον ἔλαιον ἀπομασσόντων καὶ τὴν τούτου ῥύμην, οἵα καὶ ὅθεν πέφυκεν ἐξερευνώντων, Ἀντώνιός τις τοῦ αὐτοῦ τῶν μοναχῶν τυγχάνων χοροῦ, περὶ οὗ πολλὰ ἡμῖν ἀρετῆς προτερήματα οἱ τοῦ ὄρους πατέρες ἀπήγγειλαν, ὃν καὶ πεπτωκότας πολλούς φασιν ἀνεγεῖραι θείους ναοὺς σὺν τῇ συνούσῃ ἁγίᾳ συνοδίᾳ αὐτοῦ (οὗτος γὰρ ἔκτισε καὶ τὸν ἐν τῇ κώμῃ Καρκαρέᾳ πύργον καὶ τὸ ἐκεῖ τοῦ Πύργου περιφανὲς μοναστήριον), πάθος χρόνιον κατὰ τὰ ἰσχία ἔχων καὶ μήτε ζῴῳ ἐπικαθίσαι δυνάμενος μήτε μὴν ὄρθιος ἐπὶ πολὺ στῆναι, ἀπόπειράν τινα καὶ δοκιμὴν ταύτην καὶ μόνην καθ᾿ ἑαυτὸν θέμενος, προσελθὼν τῇ ἁγίᾳ εἰκόνι τῆς ὁσίας μητρὸς ἡμῶν Θεοδώρας, τρίτον τὸ γόνυ κλίνας καὶ εἰς γῆν ἐρείσας τὸ πρόσωπον, ἐκ
[p. 35] τοῦ τῆς εἰκόνος καταρρέοντος ἐλαίου κατὰ τὸν τόπον, ἔνθα τὴν ὀδύνην εἶχεν, ἠλείψατο. καὶ παραχρῆμα τῆς ὑγείας ἐπέτυχεν, ὡς μηδὲ λείψανον τῆς νόσου ὑπολειφθῆναι ἐν τοῖς τοῦ Ἀντωνίου ἰσχίοις. καὶ οὕτω τῶν περὶ αὐτῆς λεγομένων οἱ μοναχοὶ λαβόντες βεβαίωσιν, ἕκαστος εἰς τὴν ἑαυτοῦ ξενίαν ὑπέστρεψεν, δοξάζοντες καὶ αἰνοῦντες τὸν τῶν ἀγαθῶν παροχέα Ἰησοῦν Χριστὸν τὸν θεὸν ἡμῶν.

60. καὶ μοναχή τις, θυγάτηρ Κοσμᾶ πρεσβυτέρου τοῦ ἁγίου καὶ πανενδόξου μάρτυρος Δημητρίου, τὰ γόνατα καὶ τὰς ἀγκύλας σφυρά τε καὶ τὰς τῶν ποδῶν βάσεις ἀσκοῦ δίκην πεφυσημένας καὶ ἐξωγκωμένας ἔχουσα καὶ ταῦτα δεινῶς ἀλγοῦσα, ἐπὶ τὰ ἐνθάδε κατέλαβεν· καὶ πέντε μόνας ἡμέρας παραμείνασα καὶ ἐκ τοῦ ἁγίου ἐλαίου ἀλειφομένη ὑγιὴς εἰς τὸ ἑαυτῆς ὑπέστρεψε μοναστήριον. τῶν οὖν τοιούτων καὶ τηλκιούτων τεραστίων ἑκάστοτε γινομένων καὶ μεγαλυνομένης ὅτι μάλιστα τῆς περὶ τὴν ὁσίαν φήμης διὰ τό, καθάπερ ἀπό τινος σκοπιᾶς ὑψηλῆς, λύχνου λαμπροῦ ἢ καὶ μεγαλοφώνου κήρυκος ἐμφανεστέραν αὐτῶν τῶν πραγμάτων ἀφιέντων φωνὴν καὶ αὐγήν, καὶ πάντας πάντοθεν συγκαλούσης πρὸς τουτοΐ τὸ ἄμισθον τῶν ψυχῶν καὶ σωμάτων ἰατρεῖον, γυναῖκά τινα, ἐκ τῆς καθ᾿ ἡμᾶς καὶ αὐτὴν οὖσαν πόλεως, Αὐξεντίαν καλουμένην, πάθος ἔχουσαν δεινὸν λίαν καὶ ἐλεεινὸν (ἀπὸ γὰρ τῆς ὀσφύος ἕως ἄκρων ποδῶν κατὰ πᾶν ἄρθρον ἦν παραλελυμένη), οἱ προσήκοντες τῶν τελουμένων μαθόντες τὴν δύναμιν, ταῖν χεροῖν ἑκατέρωθεν ταύτην διαβαστάσαντες) οὐδὲ γὰρ ὅλως τοῖς ποσὶ στῆναι ἐδύνατο), ἐπὶ τὰ ἐνθάδε προσήγαγον. ἡ δὲ ἐν μόναις τρισὶν ἡμέραις ἐκ τοῦ ἀναβλύζοντος τῆς κανδύλης καὶ τῆς ἁγίας εἰκόνος ἐλαίου ἀλειφομένη μόνη ἀνέστη καὶ ἁλλομένη περιεπάτει, στερεωθεισῶν αὐτῶν αὐτῆς τῶν ἐν τοῖς ἰσχίοις γλουτῶν καὶ ἰγνύων, σφυρῶν τε καὶ βάσεων. καὶ ἐν ἄλλαις ἡμέραις, οὐ πλείω τεττάρων τῷ μοναστηρίῳ προσκαρτερήσασα καὶ κατὰ πᾶσαν χρείαν ἀκωλύτως καὶ ἀνωδύνως ὑπηρετουμένη ταῖς ἀδελφαῖς, τῇ ἑβδόμῃ ἡμέρᾳ αὐτοπόρως ἀπῆλθεν εἰς τὸν οἶκον αὐτῆς.

61. τοῦτο <τῶν> τοῦ τῆς ἐκκλησίας φωστῆρος καὶ κορυφαίου τῶν ἀποστόλων θαυμάτων οὐ δεύτερον. ἐκεῖνος τὸν πρὸς τῇ θύρᾳ τοῦ ἱεροῦ, τῇ λεγομένῃ Ὼραίᾳ, χωλὸν ἐρωτήσαντα ἐλεημοσύνην προσκλήσει Χριστοῦ καὶ ὀρέξει χειρὸς ἐθεράπευσεν· καὶ αὕτη ἡ αὐτὸν τὸν Χριστὸν ἐν ἑαυτῇ κατοικοῦντα ἔχουσα τὴν τῇ πηγῇ τῶν θαυμάτων (λέγω δὴ τῷ ἡγιασμένῳ αὐτῆς τάφῳ) προσπελάσασαν καὶ λύσιν τῶν δυσχερῶν διὰ τῶν αὐτῆς ἐλπίσασαν λήψεσθαι πρεσβειῶν διὰ χρίσεως τοῦ δι᾿ αὐτῆς ἐξ ἀενάων φλεβῶν ἐλαίου ἀναπηγάζοντος ἐθεράπευσεν. εἰ γὰρ καὶ μὴ τηλαυγῶς ἡ ὁσία ἑαυτὴν ἐνεφάνισεν καὶ τὰ λελυμένα
[p. 36] περιέσφιγξε μέλη ἢ καὶ τὴν χεῖρα ὥσπερ ὁ Πέτρος ὤρεξεν, ἀλλὰ νοητῇ ἐπισκιάσει εὐμενῶς τὴν κάμνουσαν ἐπιβλέψασα ἐρρωμένην τοῖς οἰκείοις ἀπέδωκεν. τίνα οὖν αἶνον δῶμεν ὑπὲρ τούτων τῇ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς δεδοξασμένῃ μητρὶ ἡμῶν αὕτη γὰρ ἔν τε γῇ καὶ θαλάττῃ καὶ κατ᾿ οἴκους ἰδίᾳ τῶν πασχόντων ἐπιφοιτῶσα, πρὸς τὸ συμφέρον τὰς αἰτήσεις παρέχει τοῖς ἐκθύμως τὸ αὐτῆς ἐπικαλουμένοις ὄνομα, ὡς τὴν ὑπὲρ κατάληψιν εὐσπλαγχνίαν τοῦ πανοικτίρμονος ὑπερφυῶς ἐκμαξαμένη Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

[p. 37]

<Γρηγορίου τοῦ κληρικοῦ>
διήγησις περὶ τῆς μεταθέσεως τοῦ τιμίου λειψάνου τῆς ὁσίας μητρὸς ἡμῶν Θεοδώρας
εὐλόγησον, δέσποτα

1. ἐπειδήπερ χάριτι Χριστοῦ τοῦ τὰς μογγιλάλων γλώσσας τρανοῦντος, τοῦ μεγάλου Θεοῦ ἡμῶν, κατὰ τὸ μέτρον μου τῆς ἀσθενείας τοῦ νοῦ τόν τε βίον ἐν μέρει καί τινα θαύματα τῆς ὁσίας μητρὸς ἡμῶν διεξῆλθον, δέον ἐπὶ τὴν τοῦ λειψάνου μετάθεσιν προβῆναι προθύμως, ἐχέγγυον κεκτημένον τὴν αὐτῆς πρεσβείαν τε καὶ βοήθειαν· οὐδὲ γὰρ εἰκὸς ὀλιγωρίᾳ ταύτην παραλιπεῖν καὶ τηλικούτων θαυμάτων μέγεθος σιγῇ παρελθεῖν· οὐδὲ γὰρ ἑτέρων παραδόντων ὥσπερ τὰ πλεῖστα γράφειν ἡμεῖς προειλόμεθα, ἀλλ᾿ ἅπερ αὐτὴ ἡ ὄψις ἡμῶν τῷ νῷ παραδέδωκεν. πολλὰ γὰρ ἔχων ἔτι λέγειν τὰ πρὸ τῆς μεταθέσεως τοῦ λειψάνου γεγενημένα θαύματα, τὸν κόρον τοῦ λόγου φεύγων ἐγὼ ἐκεῖνα παρεὶς τοῖς καὶ τὰ μικρὰ τῶν ἐκείνης θαυμάζουσιν (εἴ γε καὶ μικρὰ καθ᾿ ἑαυτά, ἀλλὰ μὴ πρὸς ἄλληλα παραβαλλόμενα τοιαῦτα φαίνεται), δεῖν ᾠήθην τὴν μετάθεσιν ταύτης διεξελθεῖν· ἀλλά μοι τὴν σὴν βοήθειαν, ὦ μῆτερ, κατάπεμψον· καταπέμψεις δὲ πάντως, φιλόστοργος οὖσα μήτηρ καὶ τὰ τῶν τέκνων εὐγνωμόνως προσδεχομένη ἐγκώμια. ἄρξομαι δὲ ἐντεῦθεν τῆς διηγήσεως.

2. τῷ γὰρ πρώτῳ ἔτει τῆς πρὸς θεὸν αὐτῆς ἀναλύσεως πλεῖσται κατ᾿ ὄναρ ταύτην διακελευομένην τεθέανται ἐκ τοῦ τῶν συνασκουσῶν χοροῦ, τὸ ζῶν αὐτῆς μεταθεῖναι λείψανον, ἐνίοτε δὲ καὶ ἐμβριμωμένην τῇ θυγατρί, ὡς μὴ κατὰ γνώμην αὐτῆς τῆς κηδείας γεγενημένης. τῷ δεκάτῳ δὲ μηνὶ ἐπιφωσκούσης μιᾶς σαββάτων καὶ τῆς γενεθλίου ἡμέρας ἐπιτελουμένης τοῦ ἁγίου προφήτου προδρόμου
[p. 38] καὶ βαπτιστοῦ Ἰωάννου πρὸ τῆς ἀναβάσεως τοῦ ἡλίου ἄφνω ἀπεσπάσθη μία μαρμάρου πλὰξ ἐκ τῶν κειμένων ἐπάνω τοῦ τῆς ὁσίας Θεοδώρας λειψάνου. παρῆν δὲ τηνικαῦτα καταμόνας εὐχόμενος ὁ πρόσθεν ἡμῖν εἰρημένος Θεόδοτος. κατέκειτο δὲ καὶ γυνὴ παραλελυμένη, ἀπὸ Βερροίας ὁρμωμένη τῆς πόλεως, βωβὴ καὶ κωφή, πρὸ μιᾶς ἡμέρας ἐπὶ ζῴου πεφορτωμένη καταλαβοῦσα. ὡς οὖν ἡ πλὰξ τοῦ μαρμάρου ἐκ τοῦ ἐδάφους καθάπερ ὑπό τινος κάτωθεν βιαίως ὠθοῦντος ἀποσπασθεῖσα τριχῇ διῃρέθη καὶ μείζονα τῆς ἐκσπάσεως ἐν τῷ κατακλᾶσθαι τὸν κτύπον εἰργάσατο, θάμβους δὲ ὁ παρατυχὼν ἀνὴρ πληρωθεὶς καὶ ἀμέτρῳ φόβῳ καὶ τρόμῳ ληφθεὶς ἔμεινεν ἐνεός, ἡ δὲ τῆς μονῆς προεστῶσα, τὸν ἐν τῇ ἐκκλησίᾳ κτύπον αἰσθομένη, μὴ συνεῖσα τὸ γεγενημένον τρέμουσα ἦλθεν καὶ ἰδοῦσα τὴν τοῦ μαρμάρου πλάκα συντετριμμένην καὶ τὸν ἄνδρα ἀχανῆ καὶ ἄπνουν σχεδόν, ὠχρόν τε καὶ κατηφῆ, ἀπορίᾳ συνείχετο. εἶτα περιβλεψαμένη ὁρᾷ τὴν χθὲς ἐπὶ τοῦ ζῴου πεφορτωμένην καταλαβοῦσαν καὶ μηδ᾿ ὁτιοῦν τῶν μελῶν κινῆσαι δυναμένην ἐπὶ τοῦ ἀγκῶνος ἑαυτὴν διαβαστάζουσαν καὶ λυγμοὺς ἀποτελοῦσαν διὰ τοῦ στόματος, μονονουχὶ διὰ ταῦτα ἐννοεῖν τοῖς ὁρῶσι παρέχουσαν, ὅτι ὁ τοὺς κατερραγμένους ἀνορθῶν καὶ τὰ λελυμένα τοῦ σώματος αὐτῆς μέλη διὰ τῶν τῆς ὁσίας πρεσβειῶν ἐπὶ τῇ παραδόξῳ ταύτῃ ἐπισκοπῇ συνέσφιγξε κύριος καὶ τοὺς ἀποβυσθέντας ἀκουστικοὺς τῶν ὤτων πόρους ἀνέῳξεν, διττοῖς τέρασι κατακοσμῶν τὴν τῆς ὁσίας μετάθεσιν. καὶ γὰρ ἡ βωβή, καθάπερ ἔφθην εἰπών, τῶν ἀκουστικῶν αὐτῆς πόρων διανοιγέντων αἰσθομένη, συνεῖσα δὲ καὶ τὴν ἀθρόαν τοῦ συντετριμμένου αὐτῆς σώματος ῥῶσιν καὶ ἀνυπερβλήτῳ ληφθεῖσα χαρᾷ, τῷ σεσωκότι εὐχαριστήσειν καθὼς ἐδύνατο κατηπείγετο. καὶ δὴ παραχρῆμα λυθεῖσα τῆς ἀφωνίας, «δόξα σοι, ὁ θεὸς» μεγαλοφώνως ἀνέκραξεν. ταῦτα ἡ προεστῶσα θεασαμένη καὶ θείας πλησθεῖσα χαρᾶς, λόγοις τὸν εἰρημένον ἄνδρα ψυχαγωγήσασα, ἐπὶ τὰ μεγαλεῖα τοῦ θαύματος ὁμοῦ τραπέντες εὐχαριστίαν τῷ τῶν ὅλων θεῷ καὶ σωτῆρι ἀνέπεμψαν. ἡ μέντοι παραλελυμένη ἐκείνη γυνὴ αὐτῆς ἡμέρας ἐφ᾿ ἑαυτῆς ἐγερθεῖσα περιεπάτει. καὶ μεθ᾿ ἡμέρας δύο αὐτοπόρως ἀπῆλθεν εἰς τὸν οἶκον αὐτῆς.

3. μετὰ δέ τινας ἡμέρας ἑτέρα πλὰξ μαρμάρου αὐτομάτη πάντων ὁρώντων ἀπεσπάσθη. καὶ μετ᾿ ὀλίγον πάλιν γέγονε τὸ αὐτό. τῷ τριπλασιασμῷ τοίνυν τῆς εὐαγοῦς ταύτης θαυματουργίας καὶ ταῖς καθ᾿ ὕπνον πολλάκις προτροπαῖς τῆς ὁσίας πιστωθεῖσα καὶ τὸ τῆς παρακοῆς καὶ καταφρονήσεως ἐπιτίμιον ἡ ἐξ αὐτῆς δεδιῶσα, συνέριθον ἔχουσα τὸν προμνημονευθέντα ἄνδρα, σπουδὴν ἐπιμελῆ καὶ πόθον ἐγκάρδιον θεμένη, λάρνακα κατασκευάσασα ἐν αὐτῇ κατέθετο τῆς ὁσίας τὸ λείψανον. καὶ ἡ κατασκευὴ δὲ καὶ τὸ εἶδος τῆς λάρνακος θείᾳ προμηθείᾳ γεγένηται, ὡς γνώριμον τοῖς ἀγνοοῦσι διὰ τοῦ λόγου ποιήσομαι. πολλῶν γὰρ τῶν προσιόντων ἄλλως πῶς τὴν λάρνακα λεγόντων γενέσθαι, ἐνίων δὲ μὴ ἀλλ᾿
[p. 39] ἑτέρως τεχνουργηθῆναι ταύτην πρὸς ἀλλήλους ἀντιβαλλόντων, οἱ τὴν τοῦ ἔργου φροντίδα ἀναδεδεγμένοι τὸ ὁδηγῆσαν τὸν Βεσελεὴλ ἐπὶ κατασκευῇ τῶν τῷ Μωσῇ ἐν τῷ ὄρει δειχθέντων καθικέτευον πνεῦμα, τοῦ καὶ τῆς ἀγαθῆς προθυμίας δοτῆρα γενέσθαι καὶ τοῦ χρηστοῦ αὐτῶν ἔργου τελειωτὴν καὶ συλλήπτορα. καὶ δή τινα λιθοξόον προσκαλεσάμενοι, τῇ τοῦ πρεσβυτέρου τετιμημένον ἀξίᾳ, τῇ θείᾳ χάριτι ποδηγούμενοι τετράπλευρον ἐκ μαρμάρων, ὅμοιον γλωσσοκόμῳ τὴν τῆς ὁσίας κατεσκεύασαν λάρνακα, ποικίλως γλυφίσιν ἔξωθεν ταύτην διακοσμήσαντες. ἐν δὲ τοῖς πρὸς τοῖς ποσὶ μέρεσι μικρὰν ὀπὴν εἴασαν, ὡς ἂν μετὰ τὴν τοῦ ἔργου περαίωσιν ὕδατι τοῦτο καθάραντες τὴν ἐκβολὴν δι᾿ αὐτῆς τοῦ ὕδατος ποιήσωσιν. ἀλλ᾿ ἐκεῖνοι μὲν ὡς ἄνθρωποι τοῦτο ἐσκέψαντο, τοῦ δὲ ζωοποιοῦ πνεύματος καὶ τοῦτο καθειστήκει προμηθείᾳ. καὶ γὰρ δι᾿ αὐτῆς, ὡς ὁρᾶται, ἐκχεῖται τὸ ἐκ τοῦ λειψάνου βλύζον ἰαματηφόρον καὶ μυρίπνοον ἔλαιον.

4. κατὰ συγκυρίαν δὲ προσέφερέ τις θαυμασίαν κλεῖδα, ὁποίαν οὐδεὶς τῶν καθ᾿ ἡμᾶς πόλεως θεασάμενος ἦν· περὶ ῆς ὁ κομίσας ἔλεγε· «ἡνίκα τὴν κλεῖδα ταύτην ἐθεασάμην, ὥσπερ τινὰ συλλαλοῦντά μοι ᾐσθόμην, ταύτην λέγοντά μοι ὠνησάμενος τῇ τιμίᾳ σορῷ τῆς ὁσίας προσάγαγε, ὅτι ὅσιον καὶ θεῷ φίλον ἐστίν, ὑπὸ πάντων θεωρεῖσθαι τὸ ζῶν αὐτῆς λείψανον.» διὸ καὶ ἐπάνω τῆς λάρνακος ἀντὶ πλακὸς σανίδα δεῖν ἔγνωσαν θεῖναι, ἀφέντες θυρίδα κατὰ τὸ πρὸς τῇ κεφαλῇ αὐτῆς μέρος, καὶ πῶμα τῇ θυρίδα ἐνθεῖναι, αἴρεσθαι καὶ τίθεσθαι ῥᾳδίως δυνάμενον. ἡ μὲν δὴ λάρναξ κατεσκεύαστο οὕτως. παρῆν δὲ ἡ τῆς μεταθέσεως ἡμέρα. καὶ ἐπεὶ ὁ τῆς καθ᾿ ἡμᾶς πόλεως ποιμενάρχης, ὁ τρισμακάριστος Ἰωάννης πρὸς τὴν βασιλίδα τῶν πόλεων σὺν πᾶσι τοῖς ἀρχιερεῦσιν ἀπῆλθε ἕνεκεν ψήφου καὶ προχειρίσεως Ἀντωνίου τοῦ οἰκουμενικοῦ πατριάρχου, προσκληθέντες ἑπτὰ τὸν ἀριθμὸν ἱερεῖς εἰς τὸ μετατεθῆναι τῆς ὁσίας τὸ λείψανον μετὰ δύσεις ἡλίου ἡσυχῇ παρεγένοντο, ἵνα μή, πυθομένου τοῦ πλήθους καὶ περὶ τὸν τάφον συρρεύσαντος, πάντων ἀκορέστως ἐχόντων τοῦ παναγάστου ἐκείνου θεάματος, οὐκ εὐχερὲς εἴη τούτοις τὸ σπουδαζόμενον. οὐ γὰρ ἂν οὕτως ἀμογητὶ τοῦτο δρᾶσαι ἐδύναντο, πάντων περί που τριῶν ἤδη νυκτῶν ἐν ταῖς σύνεγγυς πλατείαις διανυκτερευόντων καὶ τὴν τοῦ ἁγίου σώματος ἔξοδον ἐκδεχομένων καὶ πάντων φιλονεικούντων μηδενὸς δεύτερον εἶναι ἐν τῇ πρὸς τὴν ἁγίαν διαθέσει καὶ πίστει.

5. οὕτω μὲν οἱ θεοσεβέστατοι ἱερεῖς ἐπὶ τὸν τῆς ὁσίας τάφον ἀφίκοντο· συνῆλθον δὲ καὶ τῶν εὐλαβῶν οὐκ ὀλίγοι, μεθ᾿ ὧν κἀγώ, τῷ ἐμῷ τιμίῳ πατρὶ ἑπόμενος. ἐπεὶ δὲ ἐντὸς τοῦ μοναστηρίου γεγόναμεν, τὰς πύλας ἀσφαλισάμενοι καὶ ἐπὶ πολὺ εὐξάμενοι, τῶν πρεσβυτέρων τὴν ἱερατικὴν περιβαλλομένων στολήν, ὀρύσσειν τὸν τάφον περὶ μέσας νύκτας ἠρξάμεθα. εἶτα φθάσαντες τὸν λίθον καὶ ἀνακαθάραντες ἀποκυλῖσαι τοῦτον ἐσπεύδομεν. καὶ δὴ γέγονεν μέγα καὶ φρίκης ἄξιον θέαμα· ὃν γὰρ δύο ἄνδρες τοῦ μνήματος ἀπεκύλιον, τοῦτον οἱ
[p. 40] συνεληλυθότες ἅπαντες μετὰ κάλων καὶ ξύλων ἕλκοντες οὐδὲ κἂν βραχύ τι κουφίσαι ἰσχύσαμεν· ὡς ἐνθένδε διαλογίζεσθαι ἕκαστον ὅτι, ἡμῶν ἀναξίων τῷ τοιούτῳ καθυπουργῆσαι ὑπαρχόντων, οὐδὲ τὸν λίθον τῆς θύρας ἀποκυλῖσαι τοῦ μνήματος συγχωρούμεθα. ὡς δὲ δὶς καὶ τρὶς διαναπαυσάμενοι, πλέον ἢ οὐδὲν ἠνύομεν καὶ τῶν ἐν χερσὶν ἀμελῆσαι ἅπαντες ἐβουλόμεθα, ἑνὸς τῶν ἱερέων πνεύματος ἁγίου κατὰ τὴν ὥραν πλησθέντος (Ἰωάννης δὲ ἦν, ὁ ἐμὸς πατήρ· πολιτείᾳ τε γὰρ πάντων διέπρεπεν καὶ ὡς πατὴρ παρ᾿ αὐτῶν ἐτιμᾶτό τε καὶ ἐλογίζετο) εἰς εὐχὴν στάντος καὶ τὰς συνήθεις τῇ ἐκκλησίᾳ φωνὰς ἐμβοήσαντος, ἐπεὶ τὸ ὅσιον τῇ εὐχῇ πέρας ἔλαβεν, τῇ χειρὶ τὸν τύπον τοῦ ζωοποιοῦ σταυροῦ πεποιηκότος καὶ ὁμοθυμαδὸν πάντας ἑλκύσαι πιστῶς παρορμήσαντος, εἱλκύσθη ῥαδίως· καὶ γέγονε χαρὰ καὶ ἀγαλλίασις ἀντὶ τῆς προλαβούσης κατηφείας οὐχ ἡ τυχοῦσα. εἶτα ἐπάνω τοῦ ἁγίου σκηνώματος κατ᾿ ἰσότητα βλέψαντες τὰς ἀποσπασθείσας τῶν μαρμάρων πλάκας, ἐκεῖ θεῖναι ἔγνωμεν μνημεῖον ταύτας ὁρᾶσθαι τοῦ μεγάλου ἐκείνου θαύματος, ὅπως διὰ τούτου καὶ τοὺς λιθώδη κεκτημένους διάνοιαν πείσειεν, ὅτι τῷ θεῷ καὶ αὐτῇ φίλον, τὸ ζῶν αὐτῆς ὑπὸ πάντων ὁρᾶσθαι καὶ προσκυνεῖσθαι λείψανον. τοῦδε γὰρ χάριν, ὡς ἔγωγε οἶμαι, σῷον καὶ σχεδὸν ἀδιάλυτον αὐτὸ διεφύλαξεν εἰς δόξαν αὐτοῦ καὶ τιμὴν τῆς δοξασάσης αὐτὸν τὸν ἀληθινὸν θεὸν καὶ σωτῆρα ἡμῶν Ἰησοῦν Χριστόν. ἀλλ᾿ ἐπὶ τὴν τῶν λεγομένων ἀκόλουθον δίηγησιν αὖθις ὁ λόγος ἐπαναγέσθω.

6. οἱ γοῦν ἱερεῖς μεταστῆναι μικρὸν τὸν τῶν παρθένων χορὸν προσφθεγξάμενοι, καταλειφθῆναι δὲ μόνην τὴν ἐξ αὐτῆς, ὡς ἂν τὰ πρὸς τὴν χρείαν παρέχοι, τὰς ἐκ κηροῦ λαμπάδας χερσὶ κατέχων ἕκαστος ὁμοφώνως τὸν ὕμνον θεῷ ἀναπέμποντες καὶ ψάλλοντες ἐπὶ τὸν τάφον κατῄεσαν. καὶ δὴ ὡς διαπορεῖν πρὸς ἀλλήλους ἤρξαντο, πῶς, εἰ ἑαυτὴν ἡμῖν ἐπιδοίη, ἐκ τοῦ τάφου ἀνέλωμεν, καὶ τὴν προεστῶσαν ᾐτήσαντο δοῦναι σινδόνα λαμπρὰν πρὸς τὸ τὸ ἱερὸν ἐκεῖνο καὶ ἅγιον εἱλίξαι σῶμα, ἵνα μὴ τῇδε κἀκεῖσε διωθούμενον βλάβην ἐν τῷ ἀνιέναι ὑπομείνῃ τινά, ἡ προεστῶσα ἐφθέγξατο· «τῇ ἐμῇ μητρὶ καὶ ζώσῃ ἐγκαλλώπισμα ὁ ἀκηλίδωτος καὶ καθαρὸς βίος καὶ ἀπελθούσῃ λαμπρότατον ὑπάρχει ἐντάφιον ὁ αὐτὸς οὗτος βίος· ὅσα δὲ πρὸς σαρκὸς βλέπει καλλωπισμόν, οὐδ᾿ ὅλως ἐν τῷ αἰῶνι τούτῳ ἠγάπησε. σκέψασθε οὖν, εἰ ἀρεστὸν τῇ ἁγίᾳ τοῦτο καθέστηκεν· οὐδὲ γὰρ δίκαιόν τι τῶν ἀπαρεσκόντων αὐτῇ περὶ τὸ αὐτῆς διαπράξασθαι σκήνωμα. πάντως δέ, ὃ τῷ θεῷ ἀρεστὸν καὶ τῇ ἐμῇ μητρὶ καταθύμιον, τοῦτο καὶ ἡμῖν κατ᾿ αὐτὴν τὴν ὥραν καλῶς ἔχειν κριθήσεται.» ἔκριναν οὖν κάλλιον εἶναι ἐξ ἐρίου σινδόνι τοῦτο περιειλῆσαι, ἵνα μὴ τῷ ἐπεισάκτῳ τῆς λαμπρᾶς σινδόνος καλύμματι τὸ τοῖς ῥακίοις εἰθισμένον σῶμα περικαλύπτεσθαι καλλωπιζόμενον φαίνοιτο.

7. τοίνυν ἐπεὶ τοῦτο καλῶς ἔχειν ἐκέκριτο καὶ ἐν χερσὶν ἦν τὸ ζητούμενον,
[p. 41] ὁ μὲν ἐμὸς ἱερὸς πατὴρ πρὸς τοῖς ποσὶ τῆς ὁσίας, ἕτερος δὲ πρὸς τῇ κεφαλῇ καὶ ἄλλος πρὸς τοῖς κενεῶσι τοῦ ἱεροῦ ἐπειλημμένοι σκηνώματος, πρὸς ὀλίγον κουφίσαντες καὶ τῇ καθ᾿ ἑκάτερον ἄκρον εἰσαγωγῇ τῆς σινδόνος περικαλύψαντες, τὸ καρτερικὸν ἐκεῖνο καὶ ὅσον εἰς πρόθεσιν πολύαθλον σῶμα τῇ ἀμοιβαδὸν ἐκ χειρῶν εἰς χεῖρας τῶν ἱερέων μεταδόσει παραπεμφθὲν ἐπὶ τῇ ἑτοιμασθείσῃ εὐσχημόνως ἐναπετέθη λάρνακι μηνὶ αὐγούστῳ τρίτῃ, τῷ αὐτῷ πρώτῳ ἔτει τῆς πρὸς Θεὸν αὐτῆς ἐκδημίας· καὶ ἐκαλύφθη τῇ προλεχθείσῃ σινδόνι ἀσφαλῶς πρὸς τὸ μὴ δύνασθαί τι τῶν τοῦ λειψάνου ἀποσυλῆσαί τινα. καὶ οὕτως ἡσύχασαν αἱ καρδίαι τῶν ἐκ ταπεινώσεως ἀναξίους ἑαυτοὺς κρινάντων τοῦ ἐγχειρήματος. ἦν οὖν τοῦτο ὁρᾶν ὅλον ἀληθῶς μετὰ τῶν ἐνταφίων ἀδιάλυτον. μόνον τῶν κατὰ τὰ νῶτα ῥακίων διαλυθέντων ἐκ τῆς ἐπιρροῆς τοῦ σεσηπότος τῶν ἐντὸς θείων [λεγε· ἐντοσθίων] ἰχώρων καὶ τῆς νοτίδος τῆς γῆς. τὰ γὰρ κατὰ τοὺς ὤμους τε καὶ τὰ στέρνα καὶ ἕως ποδῶν, στιχαρίου λέγω καὶ κουκουλίου καὶ ἐπωμίδος τὰ κατ᾿ ἔμπροσθεν, ἅπαντα ἄχρι τῆς σήμερον σῷα διατετήρηνται· τὸ δὲ τὰς χεῖρας ἐπὶ τοῦ στήθους, ὡς ἐπὶ τῶν κατοιχομένων εἴθισται, δεσμοῦν σιμικίνθιον οὕτως σῷον καὶ ἀβλαβὲς διεφυλάχθη, ὡς μηδὲ κἂν ἴχνος (τὸ δὴ λεγόμενον) ὑπομεῖναν βλάβης, ὡς τὸν αὐτοῦ δεσμὸν ἀνενοχλήτως λυθῆναι καί, βουληθέντων ἡμῶν ἐξ αὐτοῦ πρὸς μικρὸν μέρος εἰς εὐλογίαν ἀντὶ λειψάνου λαβεῖν, μὴ ἰσχῦσαι τοῦτο χερσὶ διαρρῆξαι, ἀλλὰ μαχαίρᾳ, καὶ οὕτως αὐτὸ διαμερίσασθαι.

8. κατ᾿ αὐτὴν δὲ τὴν ὥραν ἀνήρ τις γειτνιάζων, Ἀκίνδυνος προσαγορευόμενος, ἐν τῷ ἰδίῳ οἴκῳ βαθεῖ κεκαρωμένος ὕπνῳ, τοσαύτης εὐωδίας ἔμπλεων ἑαυτὸν γεγενῆσθαι ἡμᾶς διεβεβαιώσατο, ὡς ἐξ αὐτῆς τῆς εὐωδίας ἔξυπνον γενόμενον διαπορεῖν, πόθεν ἡ τοσαύτη τῶν ἀρωμάτων ὀσμὴ. συνῆκεν οὖν εὐθέως ὅτι τὸ τίμιον τῆς ὁσίας μετενήνεκται λείψανον. καὶ τάχιον ἀναστὰς ἔτι περὶ τὸ ἔργον πονουμένους κατέλαβεν, κοινὴν πάντας σὺν δάκρυσιν ἀποτελοῦντας εὐχήν. εἶτα δὲ ταῖς περὶ αὐτὴν ὑμνῳδίαις εὐφραινομένων ἡμῶν καθάπερ ἐν εὐσήμῳ ἡμέρᾳ λαμπρᾶς ἑορτῆς καὶ τὸν ἑωθινὸν ψαλμὸν ἀρχὴν ποιουμένων, οὐκ οἶδ᾿ ὅπως ἀθρόον τῆς φήμης πανταχοῦ διαχεθείσης, τοσοῦτοι συνέδραμον ὡς μηκέτι χωρεῖν τὰ προαύλια συρρέον τὸ πλῆθος.

9. αὐτῆς δὲ ἡμέρας ἐκ τῆς προλεχθείσης τῆς λάρνακος ὀπῆς εὐῶδες ἔλαιον, ἀπαράλλακτον κατὰ πάντα καὶ ὅμοιον τῷ τῆς κανδύλης καὶ τῆς εἰκόνος, ἐξεκενώθη ποταμηδὸν καὶ τὸ τῆς ἐκκλησίας ἅπαν ἔδαφος κατέκλυσεν· ὃ δὴ καὶ μέχρι τοῦ νῦν Θεὸς ἑκάστοτε βλυστάνειν ταῖς τῆς ὁσίας πρεσβείαις εἰς ῥῶσιν ἡμῶν, ψυχῶν τε καὶ σωμάτων, δεδώρηται. οὕτως οἶδε Θεὸς τιμᾶν τοὺς στόματι καὶ καρδίᾳ τιμῶντας τὴν αὐτοῦ ἀγαθότητα. τοιαῦτα ἔπαθλα δωρεῖται τοῖς ἐν τῇ
[p. 42] βραχυτάτῃ ταύτῃ ζωῇ ἀθλοῦσι δι᾿ αὐτὸν καὶ τὸν ἀντίδικον καταπατοῦσι διάβολον. τοιαῦτα δρᾶν ἡ τῶν γηγενῶν φύσις, εἴπερ ἐθέλει, δεδύνηται. οὕτως οἶδε ταπεινοῖς χάριν ἀντιμετρεῖν ὁ μεγαλόδωρος κύριος, ἐν ᾧ οὐκ ἔστιν ἄρρενος καὶ θήλεως διάκρισις οὐδὲ μέτρα κόπων μεμέτρηνται, ὡς ταπεινώσεως ἀκούσωμεν οἱ μέγα φρονοῦντες καὶ τὰ παρόντα τῶν μελλόντων δι᾿ ἔνδειαν προτιμῶντες φρενῶν, οἱ μὴ θέλοντες χρηστῷ ζυγῷ ὑποταγῆναι κυρίου καὶ τὸν ἀδάμαστον ὑποκλῖναι αὐχένα. ἴδωμεν πῶς διὰ ταπεινώσεως ἡ ὁσία ἐν κόσμῳ διέπρεψεν ἄριστα καὶ μοναδικῶς ὑπερήθλησεν καὶ ἐν οὐρανοῖς νῦν παρὰ κυρίου δοξάζεται· καί γε εἰς αἰῶνα ἐνδοξασθήσεται, τοῖς τῶν ἁγίων ἐναγαλλομένη χοροῖς, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός. ἴδωμεν ὅτι οὐ μόνον βασίλισσα νότου ἐπεθύμησε τὴν Σολομῶντος σοφίαν ἰδεῖν, ἀλλὰ καὶ ἄλλαι μυρίαι τὸν τοῦ Σολομῶντος ποιητὴν δοξάσασαι καὶ ὀπίσω τούτου δραμοῦσαι καὶ τὴν αὐτοῦ σοφίαν, εἴπερ ἀρχὴ σοφίας ὁ τοῦ κυρίου φόβος, ὁλοσχερῶς ἀγαπήσασαι ἀναστήσονται καὶ κατακρινοῦσι τὴν ἡμῶν γενεὰν τὴν τὰ παρόντα τερπνὰ ὑπὲρ τὰ μέλλοντα ἀγαπήσασαν.

10. ἀλλ᾿ ἐξ ἑτέρων ἐφ᾿ ἕτερά με ἄγων ὁ λόγος οὐδὲ βουλόμενον ἐᾷ σιωπᾶν. καὶ γὰρ πρὸς τοῖς εἰρημένοις θαύμασιν καὶ οἰκέτου τινὸς τῶν περιφανῶν οἰκητόρων τῆς καθ᾿ ἡμᾶς πόλεως θυγάτριον ἔτι γαλακτοτροφούμενον, τῷ τῆς ὁσίας ὀνόματι σεμνυνόμενον, ἐν μιᾷ τῶν νυκτῶν συνέβη ποτὸν ἐπιζητῆσαι τῷ τοῖς νηπίοις ἐοικότι ψελλίσματι. ἡ δὲ τούτου μήτηρ, φίλτρῳ τῷ πρὸς αὐτὸ κινηθεῖσα, ὕδωρ εἰς πόσιν παρέσχετο. αὐτίκα γοῦν ἔτι τοῦ πόματος ἐν τῷ στόματι ὄντος φρίκῃ καὶ τρόμῳ συσχεθὲν τὸ μειράκιον ἔκτοτε καὶ μέχρι πολλοῦ τῆς ἐπιούσης νυκτὸς ἔκειτο δεινῶς σπαραττόμενον καὶ τὴν ἑαυτοῦ κατεσθίον γλῶσσαν καὶ διὰ τῶν ὀδόντων κτύπον ἀποτελοῦν καὶ τὸ στόμα καὶ τοὺς ὀφθαλμοὺς διαστρέφον. εἶτα δὲ τῶν μελῶν ἀτονησάντων ἡμιθανὲς καὶ τὰ τελευταῖα πνέον κατέκειτο, μὴ κατὰ φύσιν ἔχον τὸ στόμα, ἀλλὰ καὶ τοὺς ὀφθαλμοὺς διαστρόφους καὶ τὴν γλῶσσαν παρακεκομμένην ἐκ τῆς τῶν ὀδόντων σφοδροτάτης κινήσεως. ὡς δὲ τρεῖς ἡμέραι διέδραμον καὶ γάλακτος ἄγευστον τὸ νήπιον διετέλει καὶ ἐν ἀπορίᾳ οἵ τε γονεῖς καὶ οἱ τούτου κατέστησαν κύριοι διὰ τὸ πᾶσαν ἀνθρωπίνην βοήθειαν ἀεργῆ ἐπ᾿ αὐτῷ ἀποδειχθῆναι, τὴν μεγάλην τοῦ θεοῦ ἐπεκαλοῦντο εὐμένειαν καὶ τούτου ἐδέοντο τάχιον τὸ αὐτοῦ πνεῦμα προσδέξασθαι, ἵνα μὴ οὕτω ἐπ᾿ ὄψεσιν αὐτῶν τὸ νήπιον καθορᾶται τρυχόμενον. τούτου δὲ οὕτω γινομένου, τὶς τῶν ἐν πείρᾳ γενομένων τῶν μεγαλουργιῶν, ὧν διὰ τῆς δούλης αὐτοῦ Θεοδώρας ὁ πολὺς ἐν ἐλέει δείκνυσι κύριος, θεόθεν ἐμπνευσθείς ἔφη· «εἰ βούλεσθε τῆς νόσου τάχιον ἀπαλλαγῆναι τὸ νήπιον, ἐπὶ τὸν τῆς ὁσίας Θεοδώρας τάφον πορεύθητε.» αὐτίκα τοίνυν ἡ μήτηρ τὴν παῖδα βαστάσασα ἐπὶ τὴν τῆς ὁσίας παρεγένετο λάρνακα καὶ δάκρυσι τὸ τῆς ὁσίας ἐπικαλουμένη ὄνομα, ἐκ τοῦ τῆς κανδύλης
[p. 43] καὶ τῆς εἰκόνος καὶ τοῦ ἁγίου λειψάνου ἐλαίου ἀναπηγάζοντος τὴν παῖδα ἀλείψασα μίαν παρέμεινε νύκτα· καὶ εὐθὺς ῥᾴων ἡ παῖς ἐγεγόνει. τρεῖς οὖν καὶ μόνας παραμείνασα νύκτας καὶ τὴν παῖδα ὑγιῆ ἀπολαβοῦσα, χαίρουσα καὶ εὐφραινομένη ὑπενόστησεν οἴκαδε.

11. καὶ κληρικός τις, κατ᾿ εὐχὴν εἰς τὸν τῆς ὁσίας τάφον παραγενόμενος καὶ τῶν ἐκεῖ θείων χαρίτων τὴν εὐλογίαν καὶ τοῖς ἐν τῷ ἑαυτοῦ οἴκῳ βουληθεὶς ἐπικομίσασθαι, πάπυρον ἐν τῷ ἀναβλύζοντι ἁγίῳ ἐλαίῳ ὡς εἴθισται τοῖς πιστοῖς βάψας, ἐξελθὼν ἐπορεύετο. κατὰ συγκυρίαν δέ τις ὑπαντήσας αὐτῷ ἐπυνθάνετο, πόθεν ὅπερ ἐπιφέρει ἔλαιον. τοῦ δὲ εἰρηκότος, «ἐκ τῆς ὁσίας μητρὸς ἡμῶν Θεοδώρας», γυνή τις ἠρέμα καταπηδήσασα καὶ τῆς χειρὸς τοῦ κληρικοῦ δραξαμένη, ἤθελεν ἀφελέσθαι τὸ πάπυρον. τοῦ δὲ κληρικοῦ μὴ συγχωροῦντος, ἡ πιστοτάτη ἐκείνη γυνὴ τῷ πλήθει τῶν στεναγμῶν τὴν ὀδύνην ὑπεμφαίνουσα, τῷ θερμῷ τῆς προθέσεως κατὰ τὴν αἱμορροοῦσαν ἐκείνην ἔλεγεν ἑαυτῇ· «ἐὰν μόνον ἐκ τοῦ ἁγίου ἐλαίου τῆς ὁσίας ἀλείψω μου τὸ μειράκιον, κατ᾿ αὐτὴν τὴν ὥραν σωθήσεται.» καὶ μετὰ δακρύων τὸν κληρικὸν καθικέτευε, «παρακλήθητι» λέγουσα «φιλανθρώπῳ νεύματι ἐλεῆσαι τὴν ταλαιπωρίαν τοῦ ἐν χερσί μου βασταζομένου νηπίου· ἔστι γὰρ ἐκ πλήθους τῶν ἐμῶν ἁμαρτημάτων ἡμίξηρον. μὴ οὖν φθονήσῃς τῆς σωτηρίας μοι μηδὲ γένῃ ἀνηλεὴς περὶ τὸ ταλαίπωρον νήπιον, ἀλλὰ παράσχου μοι ὃ ἐν χερσὶν ἐπιφέρεις ἅγιον ἔλαιον· οἶδα γάρ, ὅτι ἀντιμετρήσει μου τὴν πίστιν ὁ φιλάνθρωπος κύριος καὶ ταῖς τῆς ὁσίας πρεσβείαις παράσχοι τῷ ἐλεεινῷ μου τέκνῳ τὴν ἴασιν.» ταῦτα μὲν ἐκείνη μετὰ θρήνων καὶ οἰμωγῆς ἐβόα· ὁ δὲ κληρικὸς τοῖς ἐν τῷ οἴκῳ τὸ ἔλαιον ἐπικομίσαι βουλόμενος, δοῦναι αὐτῇ ἀπηνήνατο. ἀμέλει ἡ θαυμαστὴ ἐκείνη γυνὴ ἄκροις δακτύλοις τοῦ παπύρου δραξαμένη ἴσχυσεν ἐξ αὐτοῦ ἀποθλίψασθαι ἔλαιον καὶ τὸ ἡμίξηρον νήπιον αὐθωρὸν τῷ τοῖς δακτύλοις αὐτῆς ἀποθλιβέντι ἐλαίῳ κατά τι μέρος ἀλείψασα, ὁλόκληρον τὴν παῖδα καὶ ὑγιᾶ ταῖς τῆς ὁσίας πρεσβείαις ἀπέλαβεν, ὡσεί τινος σκιώδους νέφους ἡλίου ἀνατολῇ τοῦ πάθους δραπετεύσαντος.

12. νεᾶνις δέ τις ἐκ Βερροίας τοῦ ὑπὸ τὴν ἡμετέραν μεγαλόπολιν τελοῦντος ὁρμωμένη κάστρου, χασμησαμένη ἐξ ἐπηρείας τοῦ κακεργάτου δαίμονος τῶν σιαγόνων αὐτῆς ἀλλοιωθεισῶν (τουτέστιν τῆς κάτω γένυος ἐκ τῶν ἐν οἷς συνήρθρωται τόπων ἐξωσθείσης) ἐπὶ πολλὰς ἡμέρας ἔμενεν χαίνουσα. πλείστης δὲ περὶ αὐτὴν μεθοδείας ἰατρικῆς ἀνενέργου γενομένης ἐν τοῖς ἐκεῖσε, ὁ ταύτης πατὴρ τὸ ἀνυπέρβλητον ἄλγος ἐκεῖνο μὴ φέρων τῆς αὐτοῦ καθορᾶν θυγατρός, ἐπὶ τὴν καθ᾿ ἡμᾶς εἰσέδραμε περιφανῆ μεγαλόπολιν, τῆς παιδὸς τὴν ἴασιν εὑρέσθαι γλιχόμενος. καὶ (ἵνα θᾶττον ἐξείπω) ἐπὶ τὴν τῆς ὁσίας καὶ αὕτη προσενήνεκται λάρνακα καὶ παραχρῆμα τῷ ἁγίῳ τῆς μητρὸς ἡμῶν λειψάνῳ τὸ ἑαυτῆς ἐρείσασα πρόσωπον καὶ ἐκ τοῦ ἀναβλύζοντος ἐλαίου τὸ πάσχον μέρος ἀλείψασα
[p. 44] ῥᾴονος ἑαυτῆς ᾔσθετο· καὶ τρεῖς μόνας καὶ αὐτὴ παραμείνασα νύκτας καὶ εἰς τέλος ὑγιὴς γενομένη, χαίρουσα μετὰ τοῦ ἰδίου πατρὸς ὑπέστρεψεν οἴκαδε. Θεόδοτος δὲ ἐκεῖνος ὁ καὶ πολλάκις ῥηθεὶς θυγάτριον ἔχων ὡς ἐτῶν δύο ἐν τῷ τῆς ὁσίας μοναστηρίῳ διέτριβε. ἄμεινον δὲ ἔνθεν ἀπάρξασθαι ἵν᾿ εἰς τοὐμφανὲς ὃ μέλλω λέγειν μᾶλλον γενήσεται.

13. ὁ Θεόδοτος οὗτος θυγατέρα τινὸς τῶν εὐπατριδῶν γυναῖκα ἑαυτῷ ἀγαγόμενος καὶ πέντε καὶ δέκα ἔτη περί που συνοικήσας αὐτῇ, ἄπαις ἐτύγχανεν, <οὐ> στειρώσει ἢ γήρᾳ τῆς αὐτοῦ γυναικὸς τὴν παιδοποιῒαν ἀπολεσάσης· ἀλλ᾿ (οἷς κρίμασι μόνος οἶδεν ὁ φιλάνθρωπος οἰκονομῶν τὰ ἡμέτερα) ἄπαις ὁ Θεόδοτος ἦν. ἕως μὲν γὰρ τὸ βρέφος ἔμβρυον ἐν τῇ νηδύι τῆς αὐτοῦ γυναικὸς ἢ γαλακτοτροφούμενον ἐτύγχανεν, πατὴρ ὁ Θεόδοτος ἦν καὶ ἐλέγετο. ἐπὰν δὲ τὸ τεχθὲν εἰς δεύτερον ἢ καὶ τρίτον αὐξηθὲν ἔφθασε χρόνον, τὴν ζωὴν τοῦ τέκνου καταλύοντος, ἄπαις ὁ Θεόδοτος αὖθις ἐδείκνυτο. τεσσάρων δὴ οὕτως τελευτησάντων αὐτῷ τέκνων, ὁ Θεόδοτος ταύτην καὶ μόνην αὐτῷ ἀγαθὴν βουλὴν καὶ θεάρεστον εἶναι ἐνόμισεν, ἐπὶ Θεὸν ἀναθεῖναι τὴν ἐλπίδα, ὡς πάσης ἀνθρωπίνης βοηθείας ἐν τούτοις ἀδυνατούσης. καὶ κοινωσάμενος τὸ δοκοῦν τῇ συνεύνῳ, ἐκ συμφώνου εὐχὴν πρὸς τὸν εὔσπλαγχνον ἀνέπεμπον κύριον λέγοντες· «ὁ τῷ Ἀβραὰμ γεγηρακότι καὶ παρακμάσαντι τὸν Ἰσαὰκ χαρισάμενος, ὁ δι᾿ Ἐλισσαίου τῇ Σουμανίτιδι τὸν μετ᾿ οὐ πολὺ νεκρὸν ἀναστήσας καὶ χαρισάμενος παῖδα, ὁ τῷ Ζαχαρίᾳ μετὰ νέκρωσιν μελῶν δοὺς ἐνέγκαι σοι τὸν ἐν γεννητοῖς γυναικῶν ὑπὲρ ἅπαντας πρόδρομον» καὶ ἄλλα ὅσα τοιαῦτα εἰς ἀνάμνησιν φέροντες· τὰ στέρνα δὲ παίοντες καὶ δάκρυσι περιρρεόμενοι καὶ ὀλοφυρόμενοι ἔτι προσετίθουν τοῖς λόγοις· «σὺ μόνος δημιουργὸς καὶ πλάστης τῆς ἀνθρωπίνης οὐσίας, κύριε Ἰησοῦ Χριστὲ ὁ θεὸς ἡμῶν· σὺ τῶν ἀτεκνουμένων τὴν κατήφειαν καὶ τῶν εὐτεκνούντων τὴν εὐφροσύνην ἐπίστασαι, κύριε. ὑποσχώμεθα [λεγε· ὑποσχόμεθα] τοίνυν, εἰ δοίης τέκνον ἡμῖν, ὁποίας δήποτε τύχοι φύσεως, προσάξομεν αὐτὸ δοτὸν ἐναντίον σου, κύριε.» καὶ ἐπήκουσεν αὐτῶν ὁ Ϡἔτι λαλοῦντός σου, ἰδοὺ πάρειμιϠ ἐπαγγειλάμενος· οὐ πολὺς γὰρ ἐν τῷ μέσῳ καιρός, καὶ ὅ ποτε πολύπαις καὶ ἄπαις Θεόδοτος αὖθις πατὴρ ἐγινώσκετο· ἐν γαστρὶ γὰρ ἡ τούτου γυνὴ λαβοῦσα ἔτεκεν ταύτην τὴν ἐπ᾿ ὀνόματι τῆς προεστώσης τῆσδε τῆς μονῆς Θεοπίστην προσαγορευομένην, τὴν οὔπω φωνὴν ἔναρθρον ἀφεῖναι δυναμένην, ἣν καὶ ὁρᾶτε τοῦ μονήρους βίου ἀρραβῶνας ἠμφιεσμένην.

14. τῷ δὲ πρώτῳ ἐνιαυτῷ τῆς πρὸς θεὸν ἐνδημίας τῆς μακαρίας Θεοδώρας, οὔσης καὶ τῆς παιδὸς ἐνιαυσιαίας, νόσῳ δεινοτάτῃ περιληφθεῖσα ἡ παῖς οὐκέτι ζῆν ἐνομίζετο. ὁ οὖν Θεόδοτος τὰς ἐνθάδε γινομένας ἀνεκδιηγήτους θαυματουργίας ὡς γειτνιάζων ὁρῶν καὶ τὴν ἔκπαλαι πρὸς αὐτὸν τῆς ὁσίας ἀναμιμνῃσκόμενος ἐνδιάθετον στοργήν, πίστει ἀνυπερβλήτῳ προσδραμών, ἔνθα ὑπὸ γῆν
[p. 45] ἔκειτο τῆς ἁγίας τὸ λείψανον, αὐτὴν ἐκτενῶς σὺν δάκρυσι καθικέτευεν καὶ «εἰ τῆς νόσου» ἔλεγεν «ἀπαλλάξεις μου τὸ μειράκιον, εὐθὺς τῷ θεῷ καὶ σοὶ προσενέγκω αὐτό.» κάμπτεται τοιγαροῦν ταῖς τούτου ἡ ὁσία δεήσεσιν καὶ ἡ παῖς τῆς νόσου λελύτρωται καὶ χρησταῖς ἐπὶ τούτοις ὁ πατὴρ ταῖς ἐλπίσιν εὐφραίνετο, τὰ ὑπεσχημένα τὸ τάχος τελέσαι κατεπειγόμενος. καὶ δὴ μετ᾿ οὐ πολὺ ἡ παῖς τῇ τῆς ὁσίας προσαχθεῖσα μονῇ τοὺς ἀρραβῶνας τοῦ μονήρους βίου, τουτέστι τὴν ἐπωμίδα, ἠμφιάσατο. τῷ δὲ ἐπιόντι ἐνιαυτῷ αὖθις τῆς παιδὸς συλληφθείσης δεινοτάτῃ πάλιν νόσῳ καὶ ὅλοις πέντε ὀδυνηθείσης μησὶ καὶ ἐν ἐσχάταις οὔσης ἀναπνοαῖς καὶ προσδοκωμένης τεθνήξεσθαι, θεωρεῖ ἐν ὁράματι ὡς περὶ ὥραν ἕκτην τῆς νυκτὸς μία τῶν ὑπ᾿ αὐτὴν τὴν μονὴν οὐσῶν ἀσκουσῶν ἐν τῇ ἐκκλησίᾳ ἑαυτὴν ἱσταμένην καὶ ὅτι κηροῖς πάντοθεν ἡ τῆς ὁσίας ἡγιασμένη λάρναξ κατελάμπετο, ἐπάνω τε αὐτῆς τὴν ὁσίαν καθεζομένην καὶ τὸν προμνηνονευθέντα Θεόδοτον παριστάμενον καὶ ταῖς χερσὶ τὴν νοσοῦσαν παῖδα κατέχοντα καὶ πρὸς τοὺς πόδας τῆς ὁσίας ῥιπτοῦντα καὶ δυσωπητικὸν καταβοῶντα καὶ λέγοντα· «ἵνα τί, μῆτερ, οὐκ ἀκούεις τῆς φωνῆς τοῦ κλαυθμοῦ μου ἵνα τί με καταπονούμενον παρορᾷς, τὸν ἁμαρτωλὸν καὶ ταλαίπωρον, καὶ τὴν σοὶ μετὰ θεὸν ἀνατεθεῖσαν ἐκ τῶν πυλῶν οὐχ ἁρπάζεις τοῦ ᾅδου ἵνα τί μὴ τὸ προσενεχθέν σοι δῶρον εὐσπλάγχνως προσδέδεξαι, ἀλλ᾿ ὡς ἐκ βεβήλων καὶ πλήρης αἱμάτων χειρῶν ἐβδελύξω τοιαύτη μού ἐστιν ἡ πρὸς σὲ πεποίθησις καὶ τοιοῦτος ὁ πρὸς πάντας διαπρύσιος ἔπαινος οὕτω μου τῆς ἐν σαρκί σου ζωῆς καὶ μετὰ τὴν ἔξοδον ἡ ὑπὲρ δύναμιν πρὸς σὲ θεραπεία λελόγισται, ἵνα καὶ ὃ διὰ τῶν σῶν ἔχειν πρεσβειῶν ἤλπιζον νήπιον, ἤδη καὶ αὐξηθέν, ὡς λέων ἁρπάσαι ὁ θάνατος βούλεται ἵνα τί μὴ τὸν εὔσπλαγχνον ὑπὲρ αὐτοῦ ἱκετεύεις Χριστὸν τὸν θεὸν ἡμῶν χαρίσασθαί σοι αὐτὸ εἰς εὐφροσύνην καὶ καύχημα τῶν εἰς σὲ πιστῶς τὴν ἐλπίδα θεμένων»

15. ἡ δὲ ὁσία οἰκτίρμονι ὀφθαλμῷ αὐτῷ ἀτενίσασα ἔφη· «πλεῖστά με δεηθεῖσαν ὑπὲρ αὐτοῦ οὐχ ὑπερεῖδεν ὁ φιλάνθρωπος κύριος, ἀλλὰ τῆς ἐμῆς δεήσεως ὁ ἐν ἐλέει ἄπειρος ἤκουσε Χριστὸς ὁ μέγας θεὸς ἡμῶν· καὶ ἰδοὺ κεχάρισταί σοι ἡ παῖς δι᾿ ἐμοῦ.» ταῦτα μὲν κατ᾿ ὄναρ ἑωρᾶτό τε καὶ ἠκούετο, ἡ δὲ παῖς αὐτίκα ῥᾴων ἐγένετο καὶ ἡ τοῦ ὁράματος ἀγγελία ταχέως ἀπήγγελτο καὶ ἡ νόσος θᾶττον ἐφυγαδεύετο. καὶ ἔστιν ἰδεῖν αὐτὴν ἐν τῷ μοναστηρίῳ μέχρι τῆς σήμερον εὐφροσύνως διάγουσαν, εἰ καὶ τὸν φυσικὸν οὐχ ὑπερβήσεται θάνατον. τοιαῦτα τοῖς ἁγίοις αὐτοῦ ὁ μεγαλόδωρος κύριος καὶ μετὰ θάνατον αὐτῶν ὡς ζῶσι <πρὸς> τὰς αἰτήσεις παρέχεται· καὶ γὰρ ζῶσιν, ὡς αὐτὸς ἡ αὐτοαλήθεια διαρρήδην βοᾷ· Ϡὁ πιστεύων εἰς ἐμὲ θάνατον οὐ μὴ ἴδῃ εἰς τὸν αἰῶνα.Ϡ δῆλον δὲ ἐξ ὧν ἡμῖν τὰ συμφέροντα διαπορθμεύουσι πάντοτε καὶ πολλῷ μᾶλλον ἢ ὅτε ἐν τῇ γῇ βιοτεύοντες ἦσαν, ὡς ἀμέσως τῷ θεῷ παριστάμενοι καὶ ἀδιαλείπτως
[p. 46] ὑπὲρ ἡμῶν τῇ πηγῇ τῆς φιλανθρωπίας, Χριστῷ τῷ μεγάλῳ θεῷ ἡμῶν, ἐντυγχάνοντες. χαίρω δὲ τὰ τῆς ὁσίας ὑμῖν διηγούμενος θαύματα, ὡς ὑμᾶς αὐτούς τε τῆς ἐπισκοπῆς αὐτῆς ἀξιωθέντας καὶ τῶν δωρεῶν ἐντρυφήσαντας καὶ αὐτοὺς αὐτοψὶ τεθεαμένους καὶ χερσὶ ψηλαφήσαντας. πολλῶν δὲ καὶ ἑτέρων θαυμάτων τῇ ὁσίᾳ γεγενημένων, ἐνταῦθα δεῖν εἱλόμην καταπαῦσαι τὸν λόγον, ἅμα τε τὸν κόρον φεύγων καὶ πολλοὺς ἔχων τῶν πραγμάτων θεατὰς ἀξιόχρεως, μόνου τοῦ ἐν τῇ ἐμῇ ἀδελφῇ τελεσθέντος θαύματος μνημονεύσας. ὑμεῖς δὲ μὴ παύσησθε φιλαλήθως τοῖς ἐντυγχάνουσιν τὰ τῇδε τῇ γραφῇ ἐλλείποντα διηγούμενοι, ὡς ἂν ἀμφοτέρωθεν, φημὶ τῆς ἐγγράφου ἐκθέσεως καὶ τῆς παρ᾿ ὑμῶν ζώσης φωνῆς, διαρκὴς καὶ ἐπάξιος ἡ περὶ τὴν ὁσίαν ὑπάρχῃ διήγησις.

16. ἴστε πάντως τὴν ἐπιγενομένην τῷ πλήθει τῆς πόλεως <ἐκ> τῶν ἀνομιῶν ἡμῶν ἀνύποιστον καὶ δεινὴν συμφορὰν τοῦ λοιμοῦ, τὴν πᾶν γένος καὶ πᾶσαν ἡλικίαν ἀνθρώπων κατανεμηθεῖσαν καὶ σχεδὸν διαφθείρασαν. πολλοὶ γὰρ τῶν περιληφθέντων τῷ τοιούτῳ νοσήματι σκώληκας ἐκ τῆς ἀφάτου σηπεδόνος ἐν τοῖς τραύμασι ποιήσαντες ὀδυνηρῶς τοῦ ζῆν ἀπερράγησαν· τινὲς δὲ καί, τῇ τῶν τραυμάτων καὶ τοῦ πυρετοῦ φλογώσει τῶν σαρκῶν αὐτῶν ἐκτακεισῶν, τοῖς ἀλγεινοῖς ἐναπέθαναν· τῶν δὲ διαδράντων τὸν θάνατον οἱ μὲν ἐν τοῖς τῶν ὀφθαλμῶν χιτῶσιν οἰδήματα πεπονθότες, ῥαγέντων τῶν οἰδημάτων, αὐτῶν τῶν ὀφθαλμῶν ἐστερήθησαν· οἱ δέ, τοῦ περὶ τὴν κόρην χιτῶνος παχυνθέντος ἐκ τῆς ἀρρωστίας καὶ εἰς λευκὸν μεταβληθέντος, τοῦ γλυκυτάτου φωτὸς καὶ οὗτοι πρὸ τοῦ θανάτου ἐστερήθησαν καὶ πρὸ ταφῆς ὡς τάφον τὸν κόσμον οἰκεῖν κατεκρίθησαν· ἄλλοι δὲ πόδας καὶ χεῖρας παρεθέντες ἀργοὶ καὶ ἀκίνητοι τὸ παράπαν διέμειναν. καὶ τὸ μέγιστον δεινόν, ὅτι πάλιν καὶ ἐκ δευτέρου τὸ αὐτὸ περισωθεῖσι πάθος ἐνέσκηψεν. ᾧ δὴ πάθει καὶ ἡ ἐμὴ ἀδελφὴ περιληφθεῖσα, λίαν κομιδῇ νέα καθεστηκυῖα (Μάρθα δὲ ὄνομα τῇ παιδί), μέχρι μὲν δύο ἡμερῶν εὐκίνητος ἦν. ἐπεὶ δὲ τὴν ἡμέραν διήνυσεν, δεινῶς τῷ λάβρῳ καὶ διακαεῖ πυρετῷ φλεγομένη ἀκίνητος ἦν. ῥῆγμα γὰρ κατὰ τὸν δεξιὸν γενόμενον τένοντα τὰ καθ᾿ ἕκαστον περὶ αὐτὸν τῶν μελῶν, καὶ χεῖρας καὶ πόδας, παρειμένα καὶ ἀκίνητα ἀπειργάσατο. κἀντεῦθεν ὀξεῖς καὶ δριμεῖαι ἐν αὐτοῖς μᾶλλον αἱ ἀλγηδόνες ἐγίνοντο, ὡς καὶ πολλάκις λειποψυχεῖν τὴν παῖδα καὶ ἐπὶ πολὺ κατακεῖσθαι ἄφωνον· ἡμᾶς δὲ μηδὲν ἕτερον ὑπῆρχεν ἀλλ᾿ ἢ ἐκεῖνο λογίζεσθαι, ὅτι, εἰ οὔπω τῆς ἡμέρας καὶ ὥρας ἐπιστάσης, καθ᾿ ἣν ὁ πυρετὸς σφοδρότερος γίνεται, τοσαύτη ἡ καῦσις καὶ ἡ χύσις γέγονε (καὶ γὰρ οὐδ᾿ ὁτιοῦν ἦν ὑπολειφθὲν τοῦ ὅλου σώματος, ἐν ᾧ <οὐ> πλεῖστα καὶ πυκνὰ αἱματώδη ὡς μικραὶ πομφόλυγες ἐκχυθέντα ἐτύγχανον) πῶς οὐ πρόδηλον καταλύσει τὸν βίον, μάλιστα καὶ τοῦ ἀριστεροῦ τένοντος καὶ τῶν περὶ αὐτὸν μερῶν τοῦ αὐτοῦ πάθους οὐ μετὰ πολὺ συμβεβηκότος.

17. ἐμοὶ μὲν οὖν τῷ νῷ ἀναζωγραφοῦντι τὴν παῖδα καὶ δάκρυον ἐπέστη,
[p. 47] τὰ πλεῖστα τῶν μελῶν νεκρὰ τότε καὶ ἀεργῆ τοῦ ὅλου ἀπῃωρημένα ἔχουσαν σώματος· τοιαύτη κατ᾿ ἄμφω τὼ τένοντε ἐκ τῆς σφοδρᾶς ῥεύσεως διάτασις γέγονε. καὶ θαῦμα οὐδέν, ἐν τῇ ἀδελφῇ ταῦτά με πάσχειν· εἰ γὰρ πάντες οἱ ἐν Χριστῷ ζῶντες ἕν ἐσμεν καὶ μία ἡμῶν ἡ ἁπάντων κεφαλὴ Χριστός, δι᾿ οὗ τὰ πάντα τιθέμεθα, καὶ ὅπερ ἀλλήλοις τὰ μέλη, τοῦτο ἕκαστος ἑκάστῳ καὶ πᾶσι τὰ πάντα γινόμεθα καὶ οἷς πονήρως ἔχει τὰ σώματα (τάχα δὲ καὶ ἀπίστοις) περιαλγοῦμεν νόμῳ τῆς φυσικῆς σχέσεως,--- ἔνθα καὶ μία πίστις καὶ συγγένεια καὶ θεσμοὶ φυσικοὶ καὶ στοργὴ ἀδελφότητος, πῶς εἰκὸς ἀναλγήτως ἐπὶ τοῦτό με διακεῖσθαι καὶ μὴ τὰ τῆς συμφορᾶς ὡς ἐφικτὸν μερίζεσθαι ἀμέλει ἡ σαρκοβόρος καὶ παντοφθόρος ἐκείνη νόσος, δι᾿ ὅλου ἐκταθεῖσα τοῦ σώματος, (καλῶς ἄν τις εἴποι) μία γενομένη πληγή, (οὐδὲ γάρ τινι καλῶς συνεχώρει διαγινώσκειν τὰ μέλη, ὥσπερ παρὰ τοῦ ἀριστοτέχνου Θεοῦ διαμορφωθέντα ἐτύγχανον) κρουνηδὸν τοὺς μυδῶντας ἰχῶρας ἐναποστάζουσα ἦν· ἀλλὰ καὶ τῆς γλώττης ἐκ τῆς ἀμέτρου ἐκείνης ἐκβράσεως τοῦ λοιμοῦ καταφλεχθείσης, ἡ παῖς ἄναρθρα τὰ πλεῖστα φθέγγεσθαι ἐβιάζετο· τὴν δὲ ἐκ τοῦ φάρυγγος ἀναδιδομένην δυσωδίαν τίς διηγήσεται ἐντεῦθεν ἀναμφιβόλως ἡμᾶς, ὡς εἴρηται, τὸ πάθος ἔπειθεν ἔχειν, μὴ δύνασθαι τὴν παῖδα διαδρᾶναι τὸν θάνατον.

18. ἡ δὲ παῖς ἐν νῷ τὰ τῆς ὁσίας μητρὸς λαβοῦσα θαύματα καὶ τὴν πάντων ἡμῶν πρὸς αὐτὴν εἰδυῖα πίστιν τε καὶ διάθεσιν, ἀκαταπαύστως μετὰ θρήνου καὶ οἰμωγῆς ἐπικαλεῖσθαι ταύτην ἤρξατο, προστιθεῖσα τῆς ὑπεραμώμου θεοτόκου καὶ τῆς πανενδόξου μάρτυρος Βαρβάρας τὸ ὄνομα. καὶ γὰρ ἐκ τῆς ἄγαν ἀνάγκης σοφιστὴς ἦν ἐλεεινῶν ῥημάτων, πάντων κατακλᾶν τὰς καρδίας δυναμένων καὶ πείθειν ὑπὲρ αὐτῆς τὸ θεῖον ἐξευμενίζεσθαι. ἐν μιᾷ γοῦν τῶν νυκτῶν γίνεται ἐν ἐκστάσει ἡ παῖς καὶ θεωρεῖ, ὡς ἡμῖν διηγήσατο, ἐκ τῆς τοῦ ἐν ᾧ κατέκειτο οἴκου φωτοβόλου θυρίδος δύο γυναῖκας πρὸς αὐτὴν εἰσελθούσας,τὴν μὲν μίαν ἐκ σηρῶν νημάτων λαμπροῖς ἱματίοις ἠμφιεσμένην καὶ χρυσῷ πάντοθεν κεκοσμημένην, ἐκ κηροῦ λαμπάδα τῇ δεξιᾷ χειρὶ καὶ ἔλαιον ἐπιφερομένην· θατέραν δὲ σχῆμα μοναδικὸν ἠμφιεσμένην, ἣν ὁμοῦ τῷ θεάσασθαι ἐκ τοῦ προσόντος αὐτῇ χαρακτῆρος ἀνέγνω· ἔλεγεν γὰρ τὴν ὁσίαν καθεστηκέναι Θεοδώραν, ὡς καὶ ἡ μορφὴ τῆς εἰκόνος αὐτῆς σαφῶς δείκνυσιν, ἀφ᾿ ἧς ἐκεῖνο βλυστάνει τὸ μυρίπνοον ἔλαιον. ὡς δ᾿ ἐγγὺς αἱ ὀφθεῖσαι ἐγένοντο, ταῖς τῆς μοναχῆς συννεύσεσιν τὴν δεξιὰν ἐπιλαβομένη χεῖρα ἡ τὴν λαμπάδα κατέχουσα ἤλειφε τῷ ἐλαίῳ· ἥντινα τὴν πανένδοξον μάρτυρα Βαρβάραν ἐκ τῆς παρὰ τῆς μοναχῆς προσκλήσεως εἶναι ἔλεγεν. ἡ δὲ παῖς τῆς αὐτῶν χάριτος αἴσθησιν δεξαμένη καὶ χαρᾶς ἔμπλεως γενομένη ἐδεῖτο αὐτῶν καὶ τοὺς ὀφθαλμοὺς τῷ ἁγίῳ ἐλαίῳ ἀλείψασθαι. πρὸς ἣν ἀπεκρίναντο· «γνῶθι μηδὲν κακὸν ἔχειν τοὺς σοὺς ὀφθαλμούς, ἀλλὰ καὶ τὴν χεῖρα πολλὰ πονήσασαν ὑγιᾶ γενέσθαι.» ἐν τούτοις ῥᾴων γενομένη
[π 48] ἡ παῖς καὶ ἡμῖν τὴν οὐ κατ᾿ ὄναρ ἀλλὰ καθ᾿ ὕπαρ γενομένην τῶν ἁγίων ἐπισκίασιν διηγησαμένη τῶν μὲν πόνων τῆς χειρὸς ἠλευθερώθη, ἔμεινε δὲ ἡ χεὶρ εἰσέτι ἀκίνητος.

19. οὕτω δὲ δήπου περί που ἡμέρας καμούσης πεντήκοντα, τὰ τῶν τραυμάτων οἰδήματα, τῶν ἐνόντων ἰχώρων κενωθέντα καὶ τῷ πυρετῷ συγκαέντα, δίκην μέλανος δέρματος ἐπάνω τοῦ παντὸς ἐτύγχανον σώματος· καὶ ἀπ᾿ ἄκρων σφυρῶν ξίφει τεμόντες σὺν τοῖς τῶν ποδῶν πέλμασιν καὶ τοὺς ὄνυχας ἀφειλόμεθα. ταὐτὸν δὲ καὶ περὶ τὰς χεῖρας συνέβη γενέσθαι καὶ (ἵνα συντόμως ἐρῶ) τὸ πᾶν σχεδὸν ἀνεκαινίσθη σῶμα. ἀλλ᾿ εἰ καὶ τῆς νόσου ὀψὲ καὶ μόλις ἀπροσδοκήτως ἐλύετο, ἀλλὰ παρειμένη τοῖς μέλεσιν ἔτι ἦν· καὶ εἴ ποτε ἐπὶ λουτρῷ ἀγαγεῖν ταύτην ἐβουλόμεθα, καινοπρεπῆ τινα καθέδραν μηχανώμενοι, οὕτω τὴν ὀφειλομένην ἐπληροῦμεν χρείαν. καὶ τέλος ῥεύσεως ἐν τρισὶ τοῦ σώματος μέρεσι γενομένης, καὶ τομῶν καὶ μοτώσεων εἰς κάθαρσιν τοῦ ἐν βάθει πύου ἐδεήθημεν. κἀντεῦθεν πάλιν οὐ μικρὰν ἢ πρόσθεν τὴν ὀδύνην ἐν τῇ πυκνῇ τῶν μοτῶν ἀντεισαγωγῇ ἡ παῖς πάσχουσα τὴν ὁσίαν ἐπεκαλεῖτο τὰς ἀλγηδόνας ἀμβλῦναι καὶ τὴν ὑγείαν χαρίσασθαι. καὶ δὴ πάλιν ἐπιστᾶσα ἐν τῷ πρώτῳ τῆς ὁράσεως σχήματι μόνη, τὸν μότον δῆθεν ἐπ᾿ εὐθείας τιθεῖσα, ἱλαρᾷ τῇ ὄψει τὴν ἱκέτιν παρηγοροῦσα, οὐδὲν κακὸν ἀπὸ τοῦ νῦν ταύτῃ γενέσθαι εὐηγγελίσατο, «ἐγώ εἰμι» λέγουσα «Θεοδώρα, ἣν μετὰ θρήνων ἐκάλεις παραγενέσθαι σου εἰς βοήθειαν.» ὃ καὶ ταῖς αὐτῆς πρεσβείαις γέγονεν τάχιον. οὐ πολὺς γὰρ ἐν τῷ μέσῳ καιρός, καὶ ὑγιὴς γενομένη ἡ παῖς, καθὰ καὶ πρὸ τῆς νόσου ἐτύγχανεν, ποσὶν οἰκείοις βαδίζουσα, πρὸς τὴν τῆς σεσωκυίας ὁσίας Θεοδώρας λάρνακα σὺν τῇ μητρὶ παραγενομένη τὴν ὀφειλομένην εὐχαριστίαν τῷ φιλανθρώπῳ θεῷ καὶ τῇ ὁσίᾳ ἀπένειμε.

20. τοῦτό μου τὸ πανάγαστον θαῦμα πλεῖον τὸν πρὸς τὴν ὁσίαν διήγειρεν ἔρωτα καὶ τοῦτό μοι μάλιστα γέγονεν ὑπόχρεως ἀφορμὴ καὶ πρὶν ἐφιεμένῳ τὴν αὐτῆς ἀναμαθεῖν πολιτείαν καὶ ἀναγράψασθαι. δευτέρου γὰρ ἤδη παρερχομένου χρόνου καὶ μή τινος, ὡς ἐν προοιμίοις εἰρήκαμεν, τὴν αὐτῆς πολιτείαν ἢ τὰ θαύματα ἀναγραψαμένου, πρὸς ἀφόρητον ζῆλον ἀχθεὶς μείζονος ἢ κατ᾿ ἐμὲ ὥρμησα ἐγχειρῆσαι ἔργου. εἶτα πρὸς ἐμαυτὸν γενόμενος καὶ τὸ τοῦ ἐγχειρήματος σκοπήσας μέγεθος καὶ τὴν ἐμὴν ἰδιωτείαν ἐν νῷ λαβὼν ὤκνουν τὸν λόγον· ταπεινοῖς μὲν γὰρ ταπεινὰ ἐπιχειροῦσιν οὐκ ἀδεές, εἰ δέ γε καὶ τῶν ὑπὲρ ἀξίαν ἐπιχειρήσωσιν, ἥκιστά πως ἀκίνδυνον· ὁ σοφὸς ἐκεῖνος πειθέτω σε Ϡὑψηλότερά σου μὴ ζήτειϠ διαβεβαιούμενος καὶ Ϡβαθύτερά σου μὴ ἐρεύναϠ διαταττόμενος. ἀλλ᾿ ὅπερ ἔφην τὸ τοῦ πράγματος μέγεθος δεδιὼς ἠρεμεῖν μᾶλλον ἔκρινον, ἀλλὰ τὸ τῆς ἀδελφῆς ἀνύποιστον πάθος καὶ τὰ ὑπὲρ δύναμιν εὔξασθαι θεῷ κατηνάγκασεν·
[p. 49] ἔλεγον γάρ· «εἰ τὴν ἀδελφὴν τοῦ θανάτου λυτρώσειας, τοὺς λογισμοὺς ἀποθέμενος τοῦ λόγου ἀπάρξομαι κατὰ δύναμιν.» ἀκούων δὲ Σολομῶντος λέγοντος, Ϡκαθὼς ἂν εὔξῃ εὐχὴν τῷ θεῷ, μὴ χρονίσῃς τοῦ ἀποδοῦναιϠ, ἐπὶ τὸν τὰ σκολιὰ εἰς εὐθέα μεταποιοῦντα τὴν ἐλπίδα θέμενος, τὸν συναῒδιον τοῦ θεοῦ καὶ πατρὸς λόγον, τὴν ἀληθῆ σοφίαν καὶ δύναμιν, τὸν πλατύνοντα τὴν γλῶτταν καὶ τὸ στόμα τρανοῦντα, τοῦ ἔργου ἅψασθαι δεῖν ἐγνώκειν, εἰς δόξαν μὲν αὐτοῦ, δόξαν δὲ τῆς δοξασάσης αὐτὸν ὁσίας μητρὸς ἡμῶν. οἶδα γάρ, ὅτι προσδεξάμενός μου τὴν ἀσθενῆ ταύτην προαίρεσιν πολλαπλασίονα τὸν μισθὸν ἀποδώσει ἐν τῇ ἡμέρᾳ τῇ τὰ πάντα εἰς φῶς ἀγούσῃ· καὶ πρὸς τοῖς τῆς ὁσίας σπλάγχνοις ἐμαυτὸν ἀναθέμενος ὁ ἐλάχιστος τῶν κληρικῶν Γρηγόριος καὶ ταύτην συνεργὸν καὶ συλλήπτορα τοῦ πόνου προσκτησάμενος τῷ δευτέρῳ τῆς πρὸς θεὸν αὐτῆς ἐκδημίας ἐνιαυτῷ ὀλίγα τῶν τοῦ βίου καὶ τῶν θαυμάτων αὐτῆς συνεγραψάμην, τὸ πρὸς πάντας αὐτῆς εὐσυμπάθητον καὶ φιλόδωρον ἐπιστάμενος. οὐδὲ γὰρ οἶμαι πρὸς τὴν τῶν γεγραμμένων δύναμιν ποιήσασθαι ταύτην τὰς ἀμοιβάς, ἀλλὰ πρὸς τὴν τοῦ γράφοντος βούλησιν· οὐδὲ γὰρ πλέον εἰς κάλλος τούτους ἐξᾶραι οἷός τέ εἰμι, εἰ καὶ βεβούλημαι, ἀμαθίᾳ κεκρατημένος. ὑμεῖς δέ, ὦ πάτερες καὶ ἀδελφοί, ὡς εὐσεβεῖς καὶ τῆς ἀρετῆς ἐπαινέται, μὴ τῷ ταπεινῷ καὶ σφαλερῷ τοῦ λόγου τὸν νοῦν προσέχετε, ἀλλ᾿ ἀσμένως τὴν τῶν πραγμάτων μεγαλύνοντες δύναμιν ταύτην τὴν χάριν τῆς μικρᾶς ἀντίδοτέ μοι διηγήσεως, τὸ μεμνῆσθαι τῆς ἐμῆς ταπεινότητος. πέπεισμαι γὰρ τὰ μέγιστα ταῖς ὑμῶν εὐεργετηθῆναι δεήσεσιν καὶ μᾶλλον ἢ ὁ παλαιὸς ἐκεῖνος παράλυτος, ὁ τῇ τῶν πλησίον πίστει ψυχῆς καὶ σώματος τὴν ἴασιν κομισάμενος, τῶν ἀφελόντων τὸ τοῦ οἴκου στέγος καὶ χαλασάντων αὐτὸν πρὸς τὸν ἰατρὸν ψυχῶν τε καὶ σωμάτων Ἰησοῦν Χριστὸν τὸν θεὸν ἡμῶν· ᾧ πρέπει δόξα, τιμή, προσκύνησις καὶ μεγαλοπρέπεια ἅμα τῷ ἀνάρχῳ πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

**********************************************************

Δεν υπάρχουν σχόλια: